Brenton_Greek(i)
1 ΤΗ ΜΩAΒ οὕτωσ εἶπε Κύριος, οὐαὶ ἐπὶ Ναβαῦ, ὅτι ὤλετο, ἐλήφθη Καριαθαὶμ, ᾐσχύνθη Ἀμὰθ καὶ ἡττήθη.
2 Οὐκ ἔστιν ἔτι ἰατρεία Μωὰβ, γαυρίαμα ἐν Ἐσεβὼν, ἐλογίσαντο ἐπʼ αὐτὴν κακά· ἐκόψαμεν αὐτὴν ἀπὸ ἔθνους, καὶ παῦσιν παύσεται· ὄπισθέν σου βαδιεῖται μάχαιρα, 3 ὅτι φωνὴ κεκραγότων ἐξ Ὠρωναὶμ, ὄλεθρος καὶ σύντριμμα μέγα· 4 Συνετρίβη Μωὰβ, ἀναγγείλατε εἰς Ζογόρα, 5 ὅτι ἐπλήσθη Ἀλὼθ ἐν κλαυθμῷ· ἀναβήσεται κλαίων ἐν ὁδῷ Ὠρωναὶμ, κραυγὴν συντρίμματος ἠκούσατε.