Joshua 13:29-31

Brenton_Greek(i) 29 Καὶ ἔδωκε Μωυσῆς τῷ ἡμίσει φυλῆς Μανασσῆ κατὰ δήμους αὐτῶν. 30 Καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ἀπὸ Μαὰν καὶ πᾶσα βασιλεία Βασὰν, καὶ πᾶσα βασιλεία Ὢγ βασιλέως τῆς Βασὰν, καὶ πάσας τὰς κώμας Ἰαῒρ, αἵ εἰσιν ἐν τῇ Βασανίτιδι, ἑξήκοντα πόλεις. 31 Καὶ τὸ ἥμισυ τῆς Γαλαάδ· καὶ ἐν Ἀσταρὼθ, καὶ ἐν Ἐδραῒν, πόλεις βασιλείας Ὢγ ἐν τῇ Βασανίτιδι, τοῖς υἱοῖς Μαχὶρ υἱοῦ Μανασσῆ, καὶ τοῖς ἡμίσεσιν υἱοῖς Μαχὶρ υἱοῖς Μανασσῆ, κατὰ δήμους αὐτῶν.