Judges 13:3-5

Brenton_Greek(i) 3 Καὶ ὤφθη ἄγγελος Κυρίου πρὸς τὴν γυναῖκα, καὶ εἶπε πρὸς αὐτὴν, ἰδοὺ σὺ στεῖρα καὶ οὐ τέτοκας, καὶ συλλήψῃ υἱόν. 4 Καὶ νῦν φύλαξαι δὴ, καὶ μὴ πίῃς οἶνον καὶ μέθυσμα, καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον, 5 ὅτι ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱόν· καὶ σίδηρος ἐπὶ τὴν κεφαλὴν αὐτοῦ οὐκ ἀναβήσεται, ὅτι Ναζὶρ Θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ τῆς κοιλίας· καὶ αὐτὸς ἄρξεται σῶσαι τὸν Ἰσραὴλ ἐκ χειρὸς Φυλιστιῒμ.