Leviticus 10:13-18

Brenton_Greek(i) 13 Καὶ φάγεσθε αὐτὴν ἐν τόπῳ ἁγίῳ· νόμιμον γάρ σοί ἐστι, καὶ νόμιμον τοῖς υἱοῖς σου τοῦτο ἀπὸ τῶν καρπωμάτων Κυρίου· οὕτω γὰρ ἐντέταλταί μοι. 14 Καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος, καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος φάγεσθε ἐν τόπῳ ἁγίῳ, σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκός σου μετὰ σοῦ· νόμιμον γὰρ σοὶ, καὶ νόμιμον τοῖς υἱοῖς σου ἐδόθη ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου τῶν υἱῶν Ἰσραήλ. 15 Τὸν βραχίονα τοῦ ἀφαιρέματος, καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος ἐπὶ τῶν καρπωμάτων τῶν στεάτων προσοίσουσιν ἀφόρισμα ἀφορίσαι ἔναντι Κυρίου· καὶ ἔσται σοι καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ νόμιμον αἰώνιον, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.
16 Καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας ζητῶν ἐξεζήτησε Μωυσῆς· καὶ ὅδε ἐνεπεπύριστο· καὶ ἐθυμώθη Μωυσῆς ἐπὶ Ἐλεάζαρ καὶ Ἰθάμαρ τοὺς υἱοὺς Ἀαρὼν τοὺς καταλελειμμένους, λέγων, 17 διατί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ; ὅτι γὰρ ἅγια ἁγίων ἐστὶ, τοῦτο ἔδωκεν ὑμῖν φαγεῖν, ἵνα ἀφέλητε τὴν ἁμαρτίαν τῆς συναγωγῆς, καὶ ἐξιλάσησθε περὶ αὐτῶν ἔναντι Κυρίου. 18 Οὐ γὰρ εἰσήχθη τοῦ αἵματος αὐτοῦ εἰς τὸ ἅγιον· κατὰ πρόσωπον ἔσω φάγεσθε αὐτὸ ἐν τόπῳ ἁγίῳ, ὃν τρόπον μοι συνέταξε Κύριος.