Brenton_Greek(i)
11 καὶ ἔῤῥανεν ἀπʼ αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον ἑπτάκις· καὶ ἔχρισε τὸ θυσιαστήριον, καὶ ἡγίασεν αὐτὸ, καὶ πάντα τὰ ἐν αὐτῷ, καὶ τὸν λουτῆρα, καὶ τὴν βάσιν αὐτοῦ, καὶ ἡγίασεν αὐτά· καὶ ἔχρισε τὴν σκηνὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ ἡγίασεν αὐτήν. 12 Καὶ ἐπέχεε Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως ἐπὶ τὴν κεφαλὴν Ἀαρών· καὶ ἔχρισεν αὐτὸν, καὶ ἡγίασεν αὐτόν.