Obadiah 1:10-14

Brenton_Greek(i) 10 Διὰ τὴν σφαγὴν, καὶ τὴν ἀσέβειαν ἀδελφόν σου Ἰακὼβ, καλύψει σε αἰσχύνη, καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα. ʼ 11 Ἀφʼ ἧς ἡμέρας ἀντέστης ἐξεναντίας, ἐν ἡμέραις αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ, καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ, καὶ ἐπὶ Ἱερουσαλὴμ ἔβαλον κλήρους, καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν.
12 Καὶ μὴ ἐπίδῃς ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων, καὶ μὴ ἐπιχαρῇς ἐπὶ τοὺς υἱοὺς Ἰούδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν, καὶ μὴ μεγαλοῤῥημονήσῃς ἐν ἡμέρᾳ θλίψεως, 13 μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν, μηδὲ ἐπίδῃς καὶ σὺ τὴν συναγωγὴν αὐτῶν ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν, καὶ μὴ συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν, 14 μηδὲ ἐπιστῇς ἐπὶ τὰς διεκβολὰς αὐτῶν, ἐξολοθρεῦσαι τοὺς ἀνασῳζομένους αὐτῶν, μηδὲ συγκλείσῃς τοὺς φεύγοντας αὐτοῦ ἐν ἡμέρᾳ θλίψεως.