Brenton_Greek(i) 1 Υἱὲ, ἐμῶν νομίμων μὴ ἐπιλανθάνου, τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία· 2 μῆκος γὰρ βίου, καὶ ἔτη ζωῆς, καὶ εἰρήνην προσθήσουσί σοι. 3 Ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε· ἄφαψαι δὲ αὐτὰς ἐπὶ σῷ τραχήλῳ, καὶ εὑρήσεις χάριν·