Song of Songs 4:9-12

Brenton_Greek(i) 9 Ἐκαρδίωσας ἡμᾶς, ἀδελφή μου νύμφη, ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου, ἐν μιᾷ ἐνθέματι τραχήλων σου. 10 Τί ἐκαλλιώθησαν μαστοί σου ἀδελφή μου, νύμφη; τί ἐκαλλιώθησαν μαστοί σου ἀπὸ οἴνου, καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα ἀρώματα; 11 Κηρίον ἀποστάζουσι χείλη σου νύμφη· μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου· καὶ ὀσμὴ ἱματίων σου, ὡς ὀσμὴ Λιβάνου. 12 Κῆπος κεκλεισμένος ἀδελφή μου νύμφη, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη.