1 Corinthians 12:4-12

SBLGNT(i) 4 Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα· 5 καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς κύριος· 6 καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ⸂ὁ δὲ⸃ ⸀αὐτὸς θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. 7 ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. 8 ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, 9 ⸀ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ⸀ἄλλῳ χαρίσματα ἰαμάτων ἐν τῷ ⸀ἑνὶ πνεύματι, 10 ⸀ἄλλῳ ἐνεργήματα δυνάμεων, ⸁ἄλλῳ προφητεία, ⸀1ἄλλῳ διακρίσεις πνευμάτων, ⸀ἑτέρῳ γένη γλωσσῶν, ⸀2ἄλλῳ ἑρμηνεία γλωσσῶν· 11 πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. 12 Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη ⸂πολλὰ ἔχει⸃, πάντα δὲ τὰ μέλη τοῦ ⸀σώματος πολλὰ ὄντα ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ Χριστός·
SBL Greek NT Apparatus

6 ὁ δὲ Treg NIV RP ] καὶ ὁ WH • αὐτὸς WH Treg NIV ] + ἐστιν RP
9 ἑτέρῳ WH Treg NIV ] + δὲ RP • ἄλλῳ Holmes ] + δὲ WH Treg NIV RP • ἑνὶ WH Treg NIV ] αὐτῷ RP
10 ⸀ἄλλῳ Holmes ] + δὲ WH Treg NIV RP • ⸁ἄλλῳ Treg ] + δὲ WH NIV RP • ⸀1ἄλλῳ Treg ] + δὲ WH NIV RP • ἑτέρῳ WH Treg NIV ] + δὲ RP • ⸀2ἄλλῳ Holmes ] + δὲ WH Treg NIV RP
12 πολλὰ ἔχει WH Treg NIV ] ἔχει πολλὰ RP • σώματος WH Treg NIV ] + τοῦ ἑνός RP