1 Corinthians 9:7-11

SBLGNT(i) 7 τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶ ⸂τὸν καρπὸν⸃ αὐτοῦ οὐκ ἐσθίει; ⸀τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; 8 Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ ἢ ⸂καὶ ὁ νόμος ταῦτα οὐ⸃ λέγει; 9 ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται· Οὐ ⸀κημώσεις βοῦν ἀλοῶντα. μὴ τῶν βοῶν μέλει τῷ θεῷ, 10 ἢ δι’ ἡμᾶς πάντως λέγει; δι’ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ⸂ὀφείλει ἐπ’ ἐλπίδι⸃ ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν ⸂ἐπ’ ἐλπίδι τοῦ μετέχειν⸃. 11 εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν;
SBL Greek NT Apparatus

7 τὸν καρπὸν WH Treg NIV ] ἐκ τοῦ καρποῦ RP • τίς Holmes Tregmarg] ἢ τίς WH Treg NIV RP
8 καὶ … ταῦτα οὐ WH Treg NIV ] οὐχὶ καὶ … ταῦτα RP
9 κημώσεις Treg NIV ] φιμώσεις WH RP
10 ὀφείλει ἐπ’ ἐλπίδι WH Treg NIV ] ἐπ’ ἐλπίδι ὀφείλει RP • ἐπ’ ἐλπίδι τοῦ μετέχειν WH Treg NIV ] τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ᾽ ἐλπίδι RP