SBLGNT(i)
12 οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν καὶ ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ· καὶ χάριν τίνος ἔσφαξεν αὐτόν; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια. 13 ⸀μὴ θαυμάζετε, ⸀ἀδελφοί, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος. 14 ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς· ὁ μὴ ⸀ἀγαπῶν μένει ἐν τῷ θανάτῳ.
1 John 3:12-14
SBL Greek NT Apparatus
13 μὴ WH Treg RP] καὶ μὴ NIV • ἀδελφοί WH Treg NIV ] + μου RP
14 ἀγαπῶν WH Treg NIV ] + τὸν ἀδελφόν RP
13 μὴ WH Treg RP] καὶ μὴ NIV • ἀδελφοί WH Treg NIV ] + μου RP
14 ἀγαπῶν WH Treg NIV ] + τὸν ἀδελφόν RP