2 Thessalonians 2:16-3:1

SBLGNT(i) 16 Αὐτὸς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ⸀θεὸς ⸀ὁ πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, 17 παρακαλέσαι ὑμῶν τὰς καρδίας καὶ ⸀στηρίξαι ἐν παντὶ ⸂ἔργῳ καὶ λόγῳ⸃ ἀγαθῷ.3 1 Τὸ λοιπὸν προσεύχεσθε, ἀδελφοί, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ κυρίου τρέχῃ καὶ δοξάζηται καθὼς καὶ πρὸς ὑμᾶς,
SBL Greek NT Apparatus

16 θεὸς Treg ] ὁ θεὸς WH NIV RP • ὁ WH Treg NIV ] καὶ RP
17 στηρίξαι WH Treg NIV ] + ὑμᾶς RP • ἔργῳ καὶ λόγῳ WH Treg NIV ] λόγῳ καὶ ἔργῳ RP