SBLGNT(i)
5 σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. 6 Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ⸂ἀναλύσεώς μου⸃ ἐφέστηκεν. 7 τὸν ⸂καλὸν ἀγῶνα⸃ ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· 8 λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
2 Timothy 4:5-8
SBL Greek NT Apparatus
6 ἀναλύσεώς μου WH Treg NIV ] ἐμῆς ἀναλύσεως RP
7 καλὸν ἀγῶνα WH Treg NIV ] ἀγῶνα τὸν καλὸν RP
6 ἀναλύσεώς μου WH Treg NIV ] ἐμῆς ἀναλύσεως RP
7 καλὸν ἀγῶνα WH Treg NIV ] ἀγῶνα τὸν καλὸν RP