Acts 17:24-25

SBLGNT(i) 24 ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ⸂ὑπάρχων κύριος⸃ οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ 25 οὐδὲ ὑπὸ χειρῶν ⸀ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν ⸂καὶ τὰ⸃ πάντα·
SBL Greek NT Apparatus

24 ὑπάρχων κύριος WH Treg NIV ] κύριος ὑπάρχων RP
25 ἀνθρωπίνων WH Treg NIV ] ἀνθρώπων RP • καὶ τὰ WH Treg NIV ] κατὰ RP