SBLGNT(i)
1 Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ’ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν ⸀Κῶ, τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα· 2 καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην ἐπιβάντες ἀνήχθημεν. 3 ⸀ἀναφάναντες δὲ τὴν Κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς Συρίαν, καὶ ⸀κατήλθομεν εἰς Τύρον, ἐκεῖσε γὰρ ⸂τὸ πλοῖον ἦν⸃ ἀποφορτιζόμενον τὸν γόμον.
Acts 21:1-3
SBL Greek NT Apparatus
1 Κῶ WH Treg NIV ] Κῶν RP
3 ἀναφάναντες WH NIV ] ἀναφανέντες Treg RP • κατήλθομεν WH Treg NIV ] κατήχθημεν RP • τὸ πλοῖον ἦν WH Treg NIV ] ἦν τὸ πλοῖον RP
1 Κῶ WH Treg NIV ] Κῶν RP
3 ἀναφάναντες WH NIV ] ἀναφανέντες Treg RP • κατήλθομεν WH Treg NIV ] κατήχθημεν RP • τὸ πλοῖον ἦν WH Treg NIV ] ἦν τὸ πλοῖον RP