Acts 2:38-40

SBLGNT(i) 38 Πέτρος δὲ ⸂πρὸς αὐτούς· Μετανοήσατε⸃, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ⸀ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ⸀τῶν ἁμαρτιῶν ⸀ὑμῶν, καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος· 39 ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσι τοῖς εἰς μακρὰν ὅσους ἂν προσκαλέσηται κύριος ὁ θεὸς ἡμῶν. 40 ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο, καὶ παρεκάλει ⸀αὐτοὺς λέγων· Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.
SBL Greek NT Apparatus

38 πρὸς αὐτούς· Μετανοήσατε WH Treg ] πρὸς αὐτούς Μετανοήσατε φησίν NIV; ἔφη πρὸς αὐτούς Μετανοήσατε RP • ἐπὶ NIV RP ] ἐν WH Treg • τῶν WH Treg NIV ] – RP • ὑμῶν WH Treg NIV ] – RP
40 αὐτοὺς WH Treg NIV ] – RP