Acts 7:30-32

SBLGNT(i) 30 Καὶ πληρωθέντων ἐτῶν τεσσεράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ⸀ἄγγελος ἐν φλογὶ πυρὸς βάτου· 31 ὁ δὲ Μωϋσῆς ἰδὼν ⸀ἐθαύμασεν τὸ ὅραμα. προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ ⸀κυρίου· 32 Ἐγὼ ὁ θεὸς τῶν πατέρων σου, ὁ θεὸς Ἀβραὰμ ⸀καὶ Ἰσαὰκ ⸁καὶ Ἰακώβ. ἔντρομος δὲ γενόμενος Μωϋσῆς οὐκ ἐτόλμα κατανοῆσαι.
SBL Greek NT Apparatus

30 ἄγγελος WH Treg NIV ] + κυρίου RP
31 ἐθαύμασεν WH Treg ] ἐθαύμαζεν NIV RP • κυρίου WH Treg NIV ] + πρὸς αὐτόν RP
32 ⸀καὶ WH Treg NIV ] + ὁ θεὸς RP • ⸁καὶ WH Treg NIV ] + ὁ θεὸς RP