SBLGNT(i)
14 μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους. 15 μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα τὸ ἅγιον, μετὰ γὰρ τὸ ⸀εἰρηκέναι· 16 Αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει κύριος, διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ ⸂τὴν διάνοιαν⸃ αὐτῶν ἐπιγράψω αὐτούς, 17 ⸀καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ ⸀μνησθήσομαι ἔτι· 18 ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας. 19 Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, 20 ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τοῦτ’ ἔστιν τῆς σαρκὸς αὐτοῦ, 21 καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ θεοῦ, 22 προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ῥεραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουσμένοι τὸ σῶμα ὕδατι καθαρῷ·
Hebrews 10:14-22
SBL Greek NT Apparatus
15 εἰρηκέναι WH Treg NIV ] προειρηκέναι RP
16 τὴν διάνοιαν WH Treg NIV ] τῶν διανοιῶν RP
17 καὶ WH Treg RP NA ] ὕστερον λέγει καὶ NIV • μνησθήσομαι WH Treg NIV ] μνησθῶ RP
15 εἰρηκέναι WH Treg NIV ] προειρηκέναι RP
16 τὴν διάνοιαν WH Treg NIV ] τῶν διανοιῶν RP
17 καὶ WH Treg RP NA ] ὕστερον λέγει καὶ NIV • μνησθήσομαι WH Treg NIV ] μνησθῶ RP