John 12:28-30

SBLGNT(i) 28 πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. 29 ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· Ἄγγελος αὐτῷ λελάληκεν. 30 ἀπεκρίθη ⸂Ἰησοῦς καὶ εἶπεν⸃· Οὐ δι’ ἐμὲ ⸂ἡ φωνὴ αὕτη⸃ γέγονεν ἀλλὰ δι’ ὑμᾶς.
SBL Greek NT Apparatus

30 Ἰησοῦς καὶ εἶπεν Treg NIV RP ] καὶ εἶπεν Ἰησοῦς WH • ἡ φωνὴ αὕτη WH Treg NIV ] αὕτη ἡ φωνὴ RP