John 8:37-39

SBLGNT(i) 37 οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. 38 ⸂ἃ ἐγὼ⸃ ἑώρακα παρὰ τῷ ⸀πατρὶ λαλῶ· καὶ ὑμεῖς οὖν ⸂ἃ ἠκούσατε⸃ παρὰ ⸂τοῦ πατρὸς⸃ ποιεῖτε. 39 Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τέκνα τοῦ Ἀβραάμ ⸀ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ⸀ἐποιεῖτε·
SBL Greek NT Apparatus

38 ἃ ἐγὼ WH Treg NIV ] Ἐγὼ ὃ RP • πατρὶ WH Treg NIV ] + μου RP • ἃ ἠκούσατε WH Treg NIV ] ὃ ἑωράκατε RP • τοῦ πατρὸς WH Treg NA ] + ὑμῶν NIV; τῷ πατρὶ ὑμῶν RP
39 ἐστε WH Treg NA ] ἦτε NIV RP • ἐποιεῖτε Treg NIV RP ] ποιεῖτε WH