SBLGNT(i)
26 εἶπον ⸂οὖν αὐτῷ⸃· Τί ἐποίησέν σοι; πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς; 27 ἀπεκρίθη αὐτοῖς· Εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; 28 ⸀ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· Σὺ ⸂μαθητὴς εἶ⸃ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί· 29 ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.
John 9:26-29
SBL Greek NT Apparatus
26 οὖν αὐτῷ WH Treg NIV ] δὲ αὐτῷ πάλιν RP
28 ἐλοιδόρησαν RP ] καὶ ἐλοιδόρησαν WH NIV; οἱ δὲ ἐλοιδόρησαν Treg • μαθητὴς εἶ WH Treg NIV ] εἶ μαθητὴς RP
26 οὖν αὐτῷ WH Treg NIV ] δὲ αὐτῷ πάλιν RP
28 ἐλοιδόρησαν RP ] καὶ ἐλοιδόρησαν WH NIV; οἱ δὲ ἐλοιδόρησαν Treg • μαθητὴς εἶ WH Treg NIV ] εἶ μαθητὴς RP