SBLGNT(i)
20 εἰ δὲ ἐν δακτύλῳ ⸀θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ. 21 ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ· 22 ἐπὰν ⸀δὲ ἰσχυρότερος ⸀αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφ’ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν.
Luke 11:20-22
SBL Greek NT Apparatus
20 θεοῦ RP ] + ἐγὼ WH Treg NIV
22 δὲ WH Treg NIV ] + ὁ RP • αὐτοῦ WH Treg RP NA ] – NIV
20 θεοῦ RP ] + ἐγὼ WH Treg NIV
22 δὲ WH Treg NIV ] + ὁ RP • αὐτοῦ WH Treg RP NA ] – NIV