Luke 15:17-21

SBLGNT(i) 17 εἰς ἑαυτὸν δὲ ἐλθὼν ⸀ἔφη· Πόσοι μίσθιοι τοῦ πατρός μου ⸀περισσεύονται ἄρτων, ἐγὼ δὲ ⸂λιμῷ ὧδε⸃ ἀπόλλυμαι· 18 ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, 19 ⸀οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. 20 καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ⸀ἑαυτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. 21 εἶπεν δὲ ⸂ὁ υἱὸς αὐτῷ⸃· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, ⸀οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός ⸀σου.
SBL Greek NT Apparatus

17 ἔφη WH NIV ] εἶπεν Treg RP • περισσεύονται WH Treg NIV ] περισσεύουσιν RP • λιμῷ ὧδε WH NIV ] ὧδε λιμῷ Treg; λιμῷ RP
19 οὐκέτι WH Treg NIV ] καὶ οὐκέτι RP
20 ἑαυτοῦ WH NIV ] αὐτοῦ Treg RP
21 ὁ υἱὸς αὐτῷ WH NIV ] αὐτῷ ὁ υἱός Treg RP • οὐκέτι WH Treg NIV ] καὶ οὐκέτι RP • σου Treg NIV RP ] + ποίησόν με ὡς ἕνα τῶν μισθίων σου WH