SBLGNT(i)
2 λέγων· Κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. 3 χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. 4 καὶ οὐκ ⸀ἤθελεν ἐπὶ χρόνον, μετὰ ⸂ταῦτα δὲ⸃ εἶπεν ἐν ἑαυτῷ· Εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι ⸂οὐδὲ ἄνθρωπον⸃ ἐντρέπομαι,
Luke 18:2-4
SBL Greek NT Apparatus
4 ἤθελεν WH Treg NIV ] ἠθέλησεν RP • ταῦτα δὲ WH Treg ] δὲ ταῦτα NIV RP • οὐδὲ ἄνθρωπον WH Treg NIV ] καὶ ἄνθρωπον οὐκ RP
4 ἤθελεν WH Treg NIV ] ἠθέλησεν RP • ταῦτα δὲ WH Treg ] δὲ ταῦτα NIV RP • οὐδὲ ἄνθρωπον WH Treg NIV ] καὶ ἄνθρωπον οὐκ RP