SBLGNT(i)
18 λέγω γὰρ ὑμῖν, ⸀οὐ μὴ πίω ἀπὸ τοῦ ⸂νῦν ἀπὸ τοῦ⸃ γενήματος τῆς ἀμπέλου ἕως ⸀οὗ ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ. 19 καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων· Τοῦτό ἐστιν τὸ σῶμά μου ⸂[τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. 20 ⸄καὶ τὸ ποτήριον ὡσαύτως⸅ μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον]⸃.
Luke 22:18-20
SBL Greek NT Apparatus
18 οὐ WH Treg NIV ] ὅτι οὐ RP NA • νῦν ἀπὸ τοῦ WH Treg NIV ] – RP • οὗ WH Treg NIV ] ὅτου RP
18 οὐ WH Treg NIV ] ὅτι οὐ RP NA • νῦν ἀπὸ τοῦ WH Treg NIV ] – RP • οὗ WH Treg NIV ] ὅτου RP