Luke 5:4-7

SBLGNT(i) 4 ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. 5 καὶ ἀποκριθεὶς ⸀Σίμων ⸀εἶπεν· Ἐπιστάτα, δι’ ⸀ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω ⸂τὰ δίκτυα⸃. 6 καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ, ⸀διερρήσσετο δὲ ⸂τὰ δίκτυα⸃ αὐτῶν. 7 καὶ κατένευσαν τοῖς ⸀μετόχοις ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα ὥστε βυθίζεσθαι αὐτά.
SBL Greek NT Apparatus

5 Σίμων WH Treg NIV ] ὁ Σίμων RP • εἶπεν WH NIV ] + αὐτῷ Treg RP • ὅλης WH Treg NIV ] + τῆς RP • τὰ δίκτυα WH Treg NIV ] τὸ δίκτυον RP
6 διερρήσσετο WH Treg NIV ] διερρήγνυτο RP • τὰ δίκτυα WH Treg NIV ] τὸ δίκτυον RP
7 μετόχοις WH Treg NIV ] + τοῖς RP