Luke 9:23-25

SBLGNT(i) 23 Ἔλεγεν δὲ πρὸς πάντας· Εἴ τις θέλει ὀπίσω μου ⸂ἔρχεσθαι, ἀρνησάσθω⸃ ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ ⸂καθ’ ἡμέραν⸃, καὶ ἀκολουθείτω μοι. 24 ὃς γὰρ ⸀ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ’ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν. 25 τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς;
SBL Greek NT Apparatus

23 ἔρχεσθαι ἀρνησάσθω WH Treg NIV ] ἐλθεῖν ἀπαρνησάσθω RP • καθ᾽ ἡμέραν WH Treg NIV ] – RP
24 ἂν WH Treg NIV ] ἐὰν RP