SBLGNT(i)
5 ⸂ὁ δὲ⸃ Ἰησοῦς εἶπεν αὐτοῖς· Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· 6 ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν ⸀αὐτούς· 7 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα ⸂καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ⸃, 8 καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ· 9 ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω. 10 Καὶ ⸂εἰς τὴν οἰκίαν⸃ πάλιν οἱ μαθηταὶ ⸂περὶ τούτου⸃ ⸀ἐπηρώτων αὐτόν. 11 καὶ λέγει αὐτοῖς· Ὃς ⸀ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπ’ αὐτήν, 12 καὶ ἐὰν ⸂αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον⸃ μοιχᾶται.
Mark 10:5-12
SBL Greek NT Apparatus
5 ὁ δὲ WH Treg NIV ] Καὶ ἀποκριθεὶς ὁ RP
6 αὐτούς WH Treg NIV ] + ὁ θεός RP
7 καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ Treg NIV RP ] – WH
10 εἰς τὴν οἰκίαν WH Treg NIV ] ἐν τῇ οἰκίᾳ RP • περὶ τούτου WH Treg NIV ] αὐτοῦ περὶ τοῦ αὐτοῦ RP • ἐπηρώτων WH NIV ] ἐπηρώτησαν Treg RP
11 ἂν WH Treg NIV ] ἐὰν RP
12 αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον WH Treg NIV ] ἐὰν γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς καὶ γαμηθῇ ἄλλῳ RP