Mark 14:40-41

SBLGNT(i) 40 καὶ ⸂πάλιν ἐλθὼν εὗρεν αὐτοὺς⸃ καθεύδοντας, ἦσαν γὰρ ⸂αὐτῶν οἱ ὀφθαλμοὶ⸃ ⸀καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ⸂ἀποκριθῶσιν αὐτῷ⸃. 41 καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· Καθεύδετε ⸀τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἀπέχει· ἦλθεν ἡ ὥρα, ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν.
SBL Greek NT Apparatus

40 πάλιν ἐλθὼν εὗρεν αὐτοὺς WH NIV ] ἐλθὼν εὗρεν αὐτοὺς Treg; ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν RP • αὐτῶν οἱ ὀφθαλμοὶ WH NIV ] οἱ ὀφθαλμοὶ αὐτῶν Treg RP • καταβαρυνόμενοι WH Treg NIV ] βεβαρημένοι RP • ἀποκριθῶσιν αὐτῷ WH Treg NIV ] αὐτῷ ἀποκριθῶσιν RP
41 τὸ WH NIV ] – Treg RP