Mark 4:16-20

SBLGNT(i) 16 καὶ οὗτοί εἰσιν ⸀ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσιν τὸν λόγον ⸀εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, 17 καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν, εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον ⸀εὐθὺς σκανδαλίζονται. 18 καὶ ⸀ἄλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι· ⸂οὗτοί εἰσιν⸃ οἱ τὸν λόγον ⸀ἀκούσαντες, 19 καὶ αἱ μέριμναι τοῦ ⸀αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 20 καὶ ⸀ἐκεῖνοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν ⸂ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν⸃ ἑκατόν.
SBL Greek NT Apparatus

16 ὁμοίως WH Treg NIV RP ] – NA • εὐθὺς WH Treg NIV ] εὐθέως RP
17 εὐθὺς WH Treg NIV ] εὐθέως RP
18 ἄλλοι WH Treg NIV ] οὗτοί RP • οὗτοί εἰσιν WH Treg NIV ] – RP • ἀκούσαντες WH Treg NIV ] ἀκούοντες RP
19 αἰῶνος WH Treg NA ] + τούτου RP; βίου NIV
20 ἐκεῖνοί WH Treg NIV ] οὗτοί RP • ἓν … ἓν … ἓν NIV ] ἐν … ἐν … ἐν WH Treg RP