SBLGNT(i)
24 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα ὥστε ⸀πλανῆσαι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς· 25 ἰδοὺ προείρηκα ὑμῖν. 26 ἐὰν οὖν εἴπωσιν ὑμῖν· Ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· Ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε· 27 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ⸀ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 28 ⸀ὅπου ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.
Matthew 24:24-28
SBL Greek NT Apparatus
24 πλανῆσαι NIV RP ] πλανᾶσθαι WH Treg
27 ἔσται WH Treg NIV ] + καὶ RP
28 ὅπου WH Treg NIV ] + γὰρ RP
24 πλανῆσαι NIV RP ] πλανᾶσθαι WH Treg
27 ἔσται WH Treg NIV ] + καὶ RP
28 ὅπου WH Treg NIV ] + γὰρ RP