SBLGNT(i)
3 καὶ προσελθὼν ⸂ὁ πειράζων εἶπεν αὐτῷ⸃· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. 4 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Γέγραπται· Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ⸀ὁ ἄνθρωπος, ἀλλ’ ⸀ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ. 5 Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ⸀ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, 6 καὶ λέγει αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
Matthew 4:3-6
SBL Greek NT Apparatus
3 ὁ πειράζων εἶπεν αὐτῷ WH Treg NIV ] αὐτῷ ὁ πειράζων εἶπεν RP
4 ὁ WH Treg NIV ] – RP • ἐπὶ WH NIV RP ] ἐν Treg
5 ἔστησεν WH Treg NIV ] ἵστησιν RP
3 ὁ πειράζων εἶπεν αὐτῷ WH Treg NIV ] αὐτῷ ὁ πειράζων εἶπεν RP
4 ὁ WH Treg NIV ] – RP • ἐπὶ WH NIV RP ] ἐν Treg
5 ἔστησεν WH Treg NIV ] ἵστησιν RP