SBLGNT(i)
1 Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· 2 ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν. 3 τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; 4 ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου· Ἄφες ἐκβάλω τὸ κάρφος ⸀ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ; 5 ὑποκριτά, ἔκβαλε πρῶτον ⸂ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν⸃, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.
Matthew 7:1-5
SBL Greek NT Apparatus
4 ἐκ WH Treg NIV ] ἀπὸ RP
5 ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν WH Treg NIV ] τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου RP
4 ἐκ WH Treg NIV ] ἀπὸ RP
5 ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν WH Treg NIV ] τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου RP