Philemon 1:10-12

SBLGNT(i) 10 παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς ⸀δεσμοῖς Ὀνήσιμον, 11 τόν ποτέ σοι ἄχρηστον νυνὶ ⸀δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, 12 ὃν ἀνέπεμψά ⸂σοι αὐτόν, τοῦτ’ ἔστιν τὰ ἐμὰ σπλάγχνα⸃·
SBL Greek NT Apparatus

10 δεσμοῖς WH Treg NIV ] + μου RP
11 δὲ WH Treg RP ] + καὶ NIV
12 σοι αὐτόν … σπλάγχνα WH Treg NIV ] σὺ δὲ αὐτόν … σπλάγχνα προσλαβοῦ RP