SBLGNT(i)
3 καὶ δώσω τοῖς δυσὶν μάρτυσίν μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, ⸀περιβεβλημένοι σάκκους. 4 Οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ κυρίου τῆς γῆς ⸀ἑστῶτες. 5 καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις ⸂θελήσῃ αὐτοὺς⸃ ἀδικῆσαι, οὕτως δεῖ αὐτὸν ἀποκτανθῆναι. 6 οὗτοι ἔχουσιν ⸂τὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν⸃, ἵνα μὴ ὑετὸς βρέχῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα καὶ πατάξαι τὴν γῆν ⸂ἐν πάσῃ πληγῇ ὁσάκις ἐὰν θελήσωσιν⸃. 7 Καὶ ὅταν τελέσωσιν τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετ’ αὐτῶν πόλεμον καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς.
Revelation 11:3-7
SBL Greek NT Apparatus
3 περιβεβλημένοι NIV RP ] περιβεβλημένους WH Treg
4 ἑστῶτες WH Treg NIV ] ἑστῶσαι RP
5 θελήσῃ αὐτοὺς WH NIV ] αὐτοὺς θελήσῃ Treg; θέλει αὐτοὺς RP
6 τὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν WH Treg NIV ] τὸν οὐρανόν ἐξουσίαν κλεῖσαι RP • ἐν πάσῃ πληγῇ ὁσάκις ἐὰν θελήσωσιν WH Treg NIV ] ὁσάκις ἐὰν θελήσωσιν ἐν πάσῃ πληγῇ RP