Revelation 13:7-10

SBLGNT(i) 7 καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς, καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος. 8 καὶ προσκυνήσουσιν ⸀αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ⸀οὗ οὐ γέγραπται τὸ ὄνομα ⸀αὐτοῦ ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου. 9 Εἴ τις ἔχει οὖς ἀκουσάτω. 10 εἴ τις ⸂εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν⸃ ὑπάγει· εἴ τις ἐν μαχαίρῃ ⸀ἀποκτανθῆναι αὐτὸν ἐν μαχαίρῃ ἀποκτανθῆναι. ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.
SBL Greek NT Apparatus

8 αὐτὸν WH Treg NIV ] αὐτῷ RP • οὗ WH Treg NIV] ὧν RP • αὐτοῦ WH Treg NIV ] – RP
10 εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν WH NIV ] εἰς αἰχμαλωσίαν Treg; ἔχει αἰχμαλωσίαν RP • ἀποκτανθῆναι NIV ] ἀποκτενεῖ δεῖ WH Treg RP