Revelation 4:2-5

SBLGNT(i) 2 ⸀εὐθέως ἐγενόμην ἐν πνεύματι· καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθήμενος, 3 ⸂καὶ ὁ καθήμενος⸃ ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ, καὶ ἶρις κυκλόθεν τοῦ θρόνου ⸂ὅμοιος ὁράσει σμαραγδίνῳ⸃. 4 καὶ κυκλόθεν τοῦ θρόνου ⸀θρόνοι εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς ⸀θρόνους εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους περιβεβλημένους ⸀ἐν ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς. 5 καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί· καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, ⸀ἅ εἰσιν ⸀τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ,
SBL Greek NT Apparatus

2 εὐθέως WH Treg NIV ] Καὶ εὐθέως RP
3 καὶ ὁ καθήμενος WH Treg NIV ] – RP • ὅμοιος ὁράσει σμαραγδίνῳ WH Treg NIV ] ὁμοίως ὅρασις σμαραγδίνων RP
4 θρόνοι WH Treg RP ] θρόνους NIV • θρόνους WH Treg NIV ] + τοὺς RP • ἐν Treg NIV RP ] – WH
5 ἅ WH NIV ] αἵ Treg; αὐτοῦ αἵ RP • τὰ WH Treg NIV ] – RP