Romans 8:26-27

SBLGNT(i) 26 Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται ⸂τῇ ἀσθενείᾳ⸃ ἡμῶν· τὸ γὰρ τί ⸀προσευξώμεθα καθὸ δεῖ οὐκ οἴδαμεν, ἀλλὰ αὐτὸ τὸ πνεῦμα ⸀ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις, 27 ὁ δὲ ἐραυνῶν τὰς καρδίας οἶδεν τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.
SBL Greek NT Apparatus

26 τῇ ἀσθενείᾳ WH Treg NIV ] ταῖς ἀσθενείαις RP • προσευξώμεθα WH Treg NIV ] προσευξόμεθα RP • ὑπερεντυγχάνει WH Treg NIV ] + ὑπὲρ ἡμῶν RP