Tregelles(i)
18
Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ καὶ κεκαυμένῳ πυρί, καὶ γνόφῳ, καὶ ζόφῳ, καὶ θυέλλῃ, 19 καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον· 20 οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον, Κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται, 21 καί, οὕτως φοβερὸν ἦν τὸ φανταζόμενον, Μωυσῆς εἶπεν, Ἔκφοβός εἰμι καὶ ἔντρομος·