1 Samuel Cross References - Brenton_Greek

1 ἌΝΘΡΩΠΟΣ ἦν ἐξ Ἀρμαθαὶμ Σιφὰ, ἐξ ὄρους Ἐφραὶμ, καὶ ὄνομα αὐτῷ Ἑλκανὰ υἱὸς Ἱερεμεὴλ υἱοῦ Ἡλιοὺ υἱοῦ Θοκὲ ἐν Νασὶβ Ἐφραίμ. 2 Καὶ τούτῳ δύο γυναῖκες· ὄνομα τῇ μιᾷ, Ἄννα· καὶ ὄνομα τῇ δευτέρᾳ Φεννάνα. Καὶ ἦν τῇ Φεννάνᾳ παιδία· καὶ τῇ Ἄννᾳ οὐκ ἦν παιδίον.
3 Καὶ ἀνέβαινεν ὁ ἄνθρωπος ἐξ ἡμερῶν εἰς ἡμέρας ἐκ πόλεως αὐτοῦ ἐξ Ἀρμαθαὶμ προσκυνεῖν καὶ θύειν Κυρίῳ τῷ Θεῷ σαβαὼθ εἰς Σηλώμ· καὶ ἐκεῖ Ἡλὶ καὶ οἱ δύο υἱοὶ αὐτοῦ Ὀφνὶ καὶ Φινεὲς ἱερεῖς τοῦ Κυρίου.
4 Καὶ ἐγενήθη ἡμέρα, καὶ ἔθυσεν Ἑλκανὰ, καὶ ἔδωκε τῇ Φεννάνᾳ γυναικὶ αὐτοῦ, καὶ τοῖς υἱοῖς αὐτῆς μερίδας. 5 Καὶ τῇ Ἄννᾳ ἔδωκε μερίδα μίαν, ὅτι οὐκ ἦν αὐτῇ παιδίον, πλὴν ὅτι τὴν Ἄνναν ἠγάπα Ἑλκανὰ ὑπὲρ ταύτην· καὶ Κύριος ἀπέκλεισε τὰ περὶ τὴν μήτραν αὐτῆς, 6 ὅτι οὐκ ἔδωκεν αὐτῇ Κύριος παιδίον κατὰ τὴν θλῖψιν αὐτῆς, καὶ κατὰ τὴν ἀθυμίαν τῆς θλίψεως αὐτῆς· καὶ ἠθύμει διὰ τοῦτο, ὅτι συνέκλεισε Κύριος τὰ περὶ τὴν μήτραν αὐτῆς τοῦ μὴ δοῦναι αὐτῇ παιδίον. 7 Οὕτως ἐποίει ἐνιαυτὸν κατʼ ἐνιαυτὸν, ἐν τῷ ἀναβαίνειν αὐτὴν εἰς οἶκον Κυρίου· καὶ ἠθύμει, καὶ ἔκλαιε, καὶ οὐκ ἤσθιε.
8 Καὶ εἶπεν αὐτῇ Ἑλκανὰ ὁ ἀνὴρ αὐτῆς, Ἄννα· καὶ εἶπεν αὐτῷ, ἰδοὺ ἐγώ, κύριε· καί εἶπεν αὐτῇ, τί ἔστι σοι ὅτι κλαίεις; καὶ ἱνατί οὐκ ἐσθίεις; καὶ ἱνατί τύπτει σε ἡ καρδία σου; οὐκ ἀγαθὸς ἐγώ σοι ὑπὲρ δέκα τέκνα;
9 καὶ ἀνέστη Ἄννα μετὰ τὸ φαγεῖν αὐτοὺς ἐν Σηλὼμ, καὶ κατέστη ἐνώπιον Κυρίου· καὶ Ἡλὶ ὁ ἱερεὺς, ἐπὶ τοῦ δίφρου ἐπὶ τῶν φλιῶν ναοῦ Κυρίου.
10 Καὶ αὐτὴ κατώδυνος ψυχῇ, καὶ προσηύξατο πρὸς Κύριον, καὶ κλαίουσα ἔκλαυσε. 11 Καὶ ηὔξατο εὐχὴν Κυρίῳ, λέγουσα, Ἀδωναῒ Κύριε ἐλωὲ σαβαώθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου, καὶ μνησθῇς μου, καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρῶν, καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτοῦ, καὶ οἶνον καὶ μέθυσμα οὐ πίεται, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
12 Καὶ ἐγενήθη ὅτε ἐπλήθυνε προσευχομένη ἐνώπιον Κυρίου, καὶ Ἡλὶ ὁ ἱερεὺς ἐφύλαξε τὸ στόμα αὐτῆς. 13 Καὶ αὕτη ἐλάλει ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ τὰ χείλη αὐτῆς ἐκινεῖτο, καὶ φωνὴ αὐτῆς οὐκ ἠκούετο· καὶ ἐλογίσατο αὐτὴν Ἡλὶ εἰς μεθύουσαν. 14 Καὶ εἶπεν αὐτῇ τὸ παιδάριον Ἡλί, ἕως πότε μεθυσθήσῃ; περιελοῦ τὸν οἶνόν σου, καὶ πορεύου ἐκ προσώπου Κυρίου. 15 Καὶ ἀπεκρίθη Ἄννα, καὶ εἶπεν, οὐχί, κύριε· γυνή ᾗ σκληρὰ ἡμέρα ἐγώ εἰμι, καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα, καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον Κυρίου. 16 Μὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λοιμήν, ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν. 17 Καὶ ἀπεκρίθη Ἡλὶ, καὶ εἶπεν αὐτῇ, πορεύου εἰς εἰρήνην· ὁ Θεὸς Ἰσραὴλ δώῃ σοι πᾶν αἴτημά σου, ὃ ᾐτήσω παρʼ αὐτοῦ. 18 Καὶ εἶπεν, εὗρεν ἡ δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου· καὶ ἐπορεύθη ἡ γυνὴ εἰς τὴν ὁδὸν αὐτῆς· καὶ εἰσῆλθεν εἰς τὸ κατάλυμα αὐτῆς, καὶ ἔφαγε μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἔπιε, καὶ τὸ πρόσωπον αὐτῆς οὐ συνέπεσεν ἔτι.
19 Καὶ ὀρθρίζουσι τοπρωῒ καὶ προσκυνοῦσι τῷ Κυρίῳ, καὶ πορεύονται τὴν ὁδὸν αὐτῶν· καὶ εἰσῆλθεν Ἑλκανὰ εἰς τὸν οἶκον αὐτοῦ Ἀρμαθαὶμ, καὶ ἔγνω τὴν Ἄνναν γυναῖκα αὐτοῦ· καὶ ἐμνήσθη αὐτῆς Κύριος, καὶ συνέλαβε. 20 Καὶ ἐγενήθη τῷ καιρῷ τῶν ἡμερῶν, καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σαμουὴλ, καὶ εἶπεν, ὅτι παρὰ Κυρίου Θεοῦ σαβαὼθ ᾐτησάμην αὐτόν.
21 Καὶ ἀνέβη ὁ ἄνθρωπος Ἑλκανὰ καὶ πᾶς ὁ οἶκος αὐτοῦ θῦσαι ἐν Σηλὼμ τὴν θυσίαν τῶν ἡμερῶν, καὶ τὰς εὐχὰς αὐτοῦ, καὶ πάσας τὰς δεκάτας τῆς γῆς αὐτοῦ. 22 Καὶ Ἄννα οὐκ ἀνέβη μετʼ αὐτοῦ, ὅτι εἶπε τῷ ἀνδρὶ αὐτῆς, ἕως τοῦ ἀναβῆναι τὸ παιδάριον, ἐὰν ἀπογαλακτίσω αὐτό, καὶ ὀφθήσεται τῷ προσώπῳ Κυρίου, καὶ καθήσεται ἕως αἰῶνος ἐκεῖ. 23 Καὶ εἶπεν αὐτῇ Ἑλκανὰ ὁ ἀνὴρ αὐτῆς, ποίει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου, κάθου ἕως ἂν ἀπογαλακτίσῃς αὐτό· ἀλλὰ στήσαι Κύριος τὸ ἐξελθὸν ἐκ τοῦ στόματός σου· καὶ ἐκάθισεν ἡ γυνὴ καὶ ἐθήλασε τὸν υἱὸν αὐτῆς, ἕως ἂν ἀπογαλακτίσῃ αὐτόν.
24 Καὶ ἀνέβη μετʼ αὐτοῦ εἰς Σηλὼμ ἐν μόσχῳ τριετίζοντι, καὶ ἄρτοις, καὶ οἰφὶ σεμιδάλεως, καὶ νέβελ οἴνου· καὶ εἰσῆλθεν εἰς οἶκον Κυρίου ἐν Σηλὼμ, καὶ τὸ παιδάριον μετʼ αὐτῶν. 25 Καὶ προσήγαγον ἐνώπιον Κυρίου· καὶ ἔσφαξεν ὁ πατὴρ αὐτοῦ τὴν θυσίαν, ἣν ἐποίει ἐξ ἡμερῶν εἰς ἡμέρας τῷ Κυρίῳ· καὶ προσήγαγε τὸ παιδάριον, καὶ ἔσφαξε τὸν μόσχον. Καὶ προσήγαγεν Ἄννα ἡ μήτηρ τοῦ παιδίου πρὸς Ἡλὶ, 26 καὶ εἶπεν, ἐν ἐμοί κύριε ζῇ ἡ ψυχή σου, ἐγὼ ἡ γυνὴ ἡ καταστᾶσα ἐνώπιόν σου μετὰ σοῦ ἐν τῷ προσεύξασθαι πρὸς Κύριον. 27 Ὑπὲρ τοῦ παιδαρίου τούτου προσηυξάμην· καὶ ἔδωκέ μοι Κύριος τὸ αἴτημά μου ὃ ᾐτησάμην παρʼ αὐτοῦ. 28 Κἀγὼ κιχρῶ αὐτὸν τῷ Κυρίῳ πάσας τὰς ἡμέρας ἃς ζῇ αὐτός, χρῆσιν τῷ Κυρίῳ, καὶ εἶπεν,

Joshua 17:17-18

17 Καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰωσὴφ, εἰ λαὸς πολὺς εἶ καὶ ἰσχὺν μεγάλην ἔχεις, οὐκ ἔσται σοι κλῆρος εἷς. 18 Ὁ γὰρ δρυμὸς ἔσται σοι, ὅτι δρυμός ἐστι καὶ ἐκκαθαριεῖς αὐτόν, καὶ ἔσται σοι· καὶ ὅταν ἐξολοθρεύσῃς τὸν Χαναναῖον, ὅτι ἵππος ἐπίλεκτος αὐτῷ ἐστι· σὺ γὰρ ὑπερισχύεις αὐτοῦ.

Joshua 24:33

33 Καὶ ἐγένετο μετὰ ταῦτα καὶ Ἐλεάζαρ υἱὸς Ἀαρὼν ὁ ἀρχιερεὺς ἐτελεύτησε, καὶ ἐτάφη ἐν Γαβαὰρ Φινεὲς τοῦ υἱοῦ αὐτοῦ, ἣν ἔδωκεν αὐτῷ ἐν τῷ ὄρει Ἐφραίμ.
Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λαβόντες οἱ υἱοὶ Ἰσραὴλ τὴν κιβωτὸν τοῦ Θεοῦ, περιεφέροσαν ἐν ἑαυτοῖς· καὶ Φινεὲς ἱεράτευσεν ἀντὶ Ἐλεάζαρ τοῦ πατρὸς αὐτοῦ, ἕως ἀπέθανε, καὶ κατωρύγη ἐν Γαβαὰρ τῇ ἑαυτοῦ· οἱ δὲ υἱοὶ Ἰσραὴλ ἀπήλθοσαν ἕκαστος εἰς τὸν τόπον αὐτῶν, καὶ εἰς τὴν ἑαυτῶν πόλιν· καὶ ἐσέβοντο οἱ υἱοὶ Ἰσραὴλ τὴν Ἀστάρτην, καὶ Ἀσταρὼθ, καὶ τοὺς θεοὺς τῶν ἐθνῶν τῶν κύκλῳ αὐτῶν· καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας Ἐγλὼμ τῷ βασιλεῖ Μωάβ, καὶ ἐκυρίευσεν αὐτῶν ἔτη δεκαοκτώ.

Judges 12:5

5 Καὶ προκατελάβετο Γαλαὰδ τὰς διαβάσεις τοῦ Ἰορδάνου τοῦ Ἐφραὶμ· καὶ εἶπαν αὐτοῖς οἱ διασωζόμενοι Ἐφραίμ, διαβῶμεν· καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλαὰδ, μὴ Ἐφραθίτης εἶ; καὶ εἶπεν, οὔ.

Judges 17:1

1 Καὶ ἐγένετο ἀνὴρ ἀπὸ ὄρους Ἐφραὶμ, καὶ ὄνομα αὐτῷ Μιχαίας.

Judges 19:1

1 Καὶ ἐγένετο ἀνὴρ Λευίτης παροικῶν ἐν μηροῖς ὄρους Ἐφραὶμ, καὶ ἔλαβεν αὐτῷ γυναῖκα παλλακὴν ἀπὸ Βηθλεὲμ Ἰούδα.

Ruth 1:2

2 Καὶ ὄνομα τῷ ἀνδρὶ Ἐλιμέλεχ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Νεωμὶν, καὶ ὄνομα τοῖς δυσὶν υἱοῖς αὐτοῦ Μααλὼν, καὶ Χελαιὼν, Ἐφραθαῖοι ἐκ Βηθλεὲμ τῆς Ἰούδα· καὶ ἤλθοσαν εἰς ἀγρὸν Μωὰβ, καὶ ἦσαν ἐκεῖ.

1 Samuel 1:19

19 Καὶ ὀρθρίζουσι τοπρωῒ καὶ προσκυνοῦσι τῷ Κυρίῳ, καὶ πορεύονται τὴν ὁδὸν αὐτῶν· καὶ εἰσῆλθεν Ἑλκανὰ εἰς τὸν οἶκον αὐτοῦ Ἀρμαθαὶμ, καὶ ἔγνω τὴν Ἄνναν γυναῖκα αὐτοῦ· καὶ ἐμνήσθη αὐτῆς Κύριος, καὶ συνέλαβε.

1 Samuel 9:5

5 Αὐτῶν δὲ ἐλθόντων εἰς τὴν Σὶφ, καὶ Σαοὺλ εἶπε τῷ παιδαρίῳ αὐτοῦ τῷ μετʼ αὐτοῦ, δεῦρο καὶ ἀποστρέψωμεν, μὴ ἀνεὶς ὁ πατήρ μου τὰς ὄνους, φροντίζῃ τὰ περὶ ἡμῶν.

1 Samuel 17:12

12 Passage supplied from the Alexandrine text.{Καὶ εἶπε Δαυὶδ υἱὸς ἀνθρώπου Ἐφραθαίου· οὗτος ἐκ Βηθλεὲμ Ἰούδα, καὶ ὄνομα αὐτῷ Ἰεσσαί, καὶ αὐτῷ ὀκτῲ υἱοί· καὶ ὁ ἀνὴρ ἐν ταῖς ἡμέραις Σαοὺλ πρεσβύτερος ἐληλυθὼς ἐν ἀνδράσι.

1 Kings 11:26

26 Καὶ Ἱεροβοὰμ υἱὸς Ναβὰτ ὁ Ἐφραθὶ ἐκ τῆς Σαριρὰ, υἱὸς γυναικὸς χήρας, δοῦλος Σαλωμών.

1 Chronicles 6:25-27

25 Καὶ υἱοὶ Ἑλκανὰ, Ἀμασσὶ καὶ Ἀχιμὼθ, 26 Ἑλκανὰ υἱὸς αὐτοῦ, Σουφὶ υἱὸς αὐτοῦ, Καιναὰθ υἱὸς αὐτοῦ, 27 Ἐλιὰβ υἱὸς αὐτοῦ, Ἱεροβοὰμ υἱὸς αὐτοῦ, Ἑλκανὰ υἱὸς αὐτοῦ.

1 Chronicles 6:34

34 υἱοῦ Ἑλκανὰ, υἱοῦ Ἱεροβοὰμ υἱοῦ Ἐλιὴλ, υἱοῦ Θοοὺ,

Genesis 4:19

19 Καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας· ὄνομα τῇ μιᾷ, Ἀδά· καὶ ὄνομα τῇ δευτέρᾳ, Σελλά.

Genesis 4:23

23 Εἶπε δὲ Λάμεχ ταῖς ἑαυτοῦ γυναιξίν, Ἀδὰ καὶ Σελλά, ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους· ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί.

Genesis 16:1-2

1 Σάρα δὲ γυνὴ Ἅβραμ οὐκ ἔτικτεν αὐτῷ· ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ. 2 Εἶπε δὲ Σάρα πρὸς Ἅβραμ, ἰδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τίκτειν· εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσωμαι ἐξ αὐτῆς· ὑπήκουσε δὲ Ἅβραμ τῆς φωνῆς Σάρας.

Genesis 25:21

21 Ἐδέετο δὲ Ἰσαὰκ Κυρίου περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν· ἐπήκουσε δὲ αὐτοῦ ὁ Θεὸς, καὶ συνέλαβεν ἐν γαστρὶ Ῥεβέκκα ἡ γυνὴ αὐτοῦ.

Genesis 29:23-29

23 Καὶ ἐγένετο ἑσπέρα, καὶ λαβὼν Λείαν τὴν θυγατέρα αὐτοῦ, εἰσήγαγε πρὸς Ἰακὼβ, καὶ εἰσῆλθε πρὸς αὐτὴν Ἰακώβ. 24 Ἔδωκε δὲ Λάβαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ Ζελφὰν τὴν παιδίσκην αὐτοῦ, αὐτῇ παιδίσκην. 25 Ἐγένετο δὲ πρωῒ, καὶ ἰδοὺ ἦν Λεία· εἶπε δὲ Ἰακὼβ τῷ Λάβαν, τί τοῦτο ἐποίησάς μοι; οὐ περὶ Ῥαχὴλ ἐδούλευσα παρὰ σοί; καὶ ἱνατί παρελογίσω με; 26 Ἀπεκρίθη δὲ Λάβαν, οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρινὴ τὴν πρεσβυτέραν· 27 Συντέλεσον οὖν τὰ ἕβδομα ταύτης, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας, ἧς ἐργᾷ παρʼ ἐμοί ἔτι ἑπτὰ ἔτη ἕτερα. 28 Ἐποίησε δὲ Ἰακὼβ οὕτως, καὶ ἀνεπλήρωσε τὰ ἕβδομα ταύτης· καὶ ἔδωκεν αὐτῷ Λάβαν Ῥαχὴλ τὴν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα. 29 Ἔδωκε δὲ Λάβαν τῇ θυγατρὶ αὐτοῦ Βαλλὰν τὴν παιδίσκην αὐτοῦ, αὐτῇ παιδίσκην.

Genesis 29:31

31 Ἰδὼν δὲ Κύριος ὁ Θεὸς ὅτι ἐμισεῖτο Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς· Ῥαχὴλ δὲ ἦν στεῖρα.

Deuteronomy 21:15-17

15 Ἐὰν δὲ γένωνται ἀνθρώπῳ δύο γυναῖκες, μία αὐτῶν ἠγαπημένη, καὶ μία αὐτῶν μισουμένη, καὶ τέκωσιν αὐτῷ ἡ ἠγαπημένη καὶ ἡ μισουμένη, καὶ γένηται υἱὸς πρωτότοκος τῆς μισουμένης· 16 Καὶ ἔσται ᾗ ἂν ἡμέρᾳ κατακληρονομῇ τοῖς υἱοῖς αὐτοῦ τὰ ὑπάρχοντα αὐτοῦ, οὐ δυνήσεται πρωτοτοκεῦσαι τῷ υἱῷ τῆς ἠγαπημένης, ὑπεριδὼν τὸν υἱὸν τῆς μισουμένης τὸν πρωτότοκον· 17 Ἀλλὰ τὸν πρωτότοκον υἱὸν τῆς μισουμένης ἐπιγνώσεται δοῦναι αὐτῷ διπλᾶ ἀπὸ πάντων ὧν ἂν εὑρεθῇ αὐτῷ, ὅτι οὗτός ἐστιν ἀρχὴ τέκνων αὐτοῦ, καὶ τούτῳ καθήκει τὰ πρωτοτοκεῖα.

Judges 8:30

30 Καὶ τῷ Γεδεὼν ἦσαν υἱοὶ ἑβδομήκοντα ἐκπορευόμενοι ἐκ μηρῶν αὐτοῦ, ὅτι γυναῖκες πολλαὶ ἦσαν αὐτῷ.

Judges 13:2

2 Καὶ ἦν ἀνὴρ εἷς ἀπὸ Σαραὰ ἀπὸ δήμου συγγενείας τοῦ Δανὶ, καὶ ὄνομα αὐτῷ Μανωὲ, καὶ γυνὴ αὐτοῦ στεῖρα καὶ οὐκ ἔτεκε.

Exodus 23:14

14 Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ἑορτάσατέ μοι.

Exodus 23:17

17 Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου.

Exodus 34:23

23 Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον Κυρίου τοῦ Θεοῦ Ἰσραήλ·

Deuteronomy 12:5-7

5 Ἀλλʼ ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐν μιᾷ τῶν πόλεων ὑμῶν ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ καὶ ἐπικληθῆναι, καὶ ἐκζητήσετε καὶ ἐλεύσεσθε ἐκεῖ. 6 Καὶ οἴσετε ἐκεῖ τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ θυσιάσματα ὑμῶν, καὶ τὰς ἀπαρχὰς ὑμῶν, καὶ τὰς εὐχὰς ὑμῶν, καὶ τὰ ἑκούσια ὑμῶν, καὶ τὰς ὁμολογίας ὑμῶν, τὰ πρωτότοκα τῶν βοῶν ὑμῶν, καὶ τῶνπροβάτων ὑμῶν. 7 Καὶ φάγεσθε ἐκεῖ ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν, καὶ εὐφρανθήσεσθε ἐπὶ πᾶσιν, οὗ ἐὰν ἐπιβάλητε τὴν χεῖρα ὑμεῖς, καὶ οἱ οἶκοι ὑμῶν, καθότι εὐλόγησέ σε Κύριος ὁ Θεός σου.

Deuteronomy 12:11-14

11 Καὶ ἔσται ὁ τόπος, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ἐκεῖ οἴσετε πάντα ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον· τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ θυσιάσματα ὑμῶν, καὶ τὰ ἐπιδέκατα ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν, καὶ πᾶν ἐκλεκτὸν τῶν δώρων ὑμῶν, ὅσα ἂν εὔξησθε Κυρίῳ τῷ Θεῷ ὑμῶν. 12 Καὶ εὐφρανθήσεσθε ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ παῖδες ὑμῶν, καὶ αἱ παιδίσκαι ὑμῶν, καὶ ὁ Λευίτης ὁ ἐπὶ τῶν πυλῶν ὑμῶν· ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μεθʼ ὑμῶν. 13 Πρόσεχε σεαυτῷ, μὴ ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου ἐν παντὶ τόπῳ οὗ ἐὰν ἴδῃς. 14 Ἀλλʼ ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτὸν, ἐν μιᾷ τῶν φυλῶν σου, ἐκεῖ ἀνοίσετε τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ ἐκεῖ ποιήσεις πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον.

Deuteronomy 16:16

16 Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐναντίον Κυρίου τοῦ Θεοῦ σου ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται αὐτὸν Κύριος· ἐν τῇ ἑορτῇ τῶν ἀζύμων, καὶ ἐν τῇ ἑορτῇ τῶν ἑβδομάδων, καὶ ἐν τῇ ἑορτῇ τῆς σκηνοπηγίας· oὐκ ὀφθήσῃ ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου κενός.

Joshua 18:1

1 Καὶ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ εἰς Σηλὼ, καὶ ἔπηξαν ἐκεῖ τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ ἡ γῆ ἐκρατήθη ὑπʼ αὐτῶν.

Judges 18:31

31 Καὶ ἔθηκαν ἑαυτοῖς τὸ γλυπτὸν, ὃ ἐποίησε Μιχαίας, πάσας τὰς ἡμέρας ἃς ἦν ὁ οἶκος τοῦ Θεοῦ ἐν Σηλώμ· καὶ ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ·

1 Samuel 1:9

9 καὶ ἀνέστη Ἄννα μετὰ τὸ φαγεῖν αὐτοὺς ἐν Σηλὼμ, καὶ κατέστη ἐνώπιον Κυρίου· καὶ Ἡλὶ ὁ ἱερεὺς, ἐπὶ τοῦ δίφρου ἐπὶ τῶν φλιῶν ναοῦ Κυρίου.

1 Samuel 1:21

21 Καὶ ἀνέβη ὁ ἄνθρωπος Ἑλκανὰ καὶ πᾶς ὁ οἶκος αὐτοῦ θῦσαι ἐν Σηλὼμ τὴν θυσίαν τῶν ἡμερῶν, καὶ τὰς εὐχὰς αὐτοῦ, καὶ πάσας τὰς δεκάτας τῆς γῆς αὐτοῦ.

1 Samuel 2:12-17

12 Καὶ οἱ υἱοὶ Ἡλὶ τοῦ ἱερέως υἱοὶ λοιμοὶ, οὐκ εἰδότες τὸν Κύριον. Καὶ τὸ δικαίωμα τοῦ ἱερέως παρὰ τοῦ λαοῦ παντὸς τοῦ θύοντος· 13 καὶ ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως ὡς ἂν ἡψήθη τὸ κρέας, καὶ κρεάγρα τριόδους ἐν τῇ χειρὶ αὐτοῦ, 14 καὶ ἐπάταξεν αὐτὴν εἰς τὸν λέβητα τὸν μέγαν ἢ εἰς τὸ χαλκεῖον ἢ εἰς τὴν χύτραν, καὶ πᾶν ὃ ἐὰν ἀνέβη ἐν τῇ κρεάγρᾳ, ἐλάμβανεν ἑαυτῷ ὁ ἱερεύς· κατὰ τάδε ἐποίουν παντὶ Ἰσραὴλ τοῖς ἐρχομένοις θῦσαι Κυρίῳ ἐν Σηλώμ. 15 Καὶ πρὶν θυμιαθῆναι τὸ στέαρ, ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως καὶ ἔλεγε τῷ ἀνδρὶ τῷ θύοντι, δὸς κρέας ὀπτῆσαι τῷ ἱερεῖ, καὶ οὐ μὴ λάβω παρὰ σοῦ κρέας ἑφθὸν ἐκ τοῦ λέβητος. 16 Καὶ ἔλεγεν ὁ ἀνὴρ ὁ θύων, θυμιαθήτω πρῶτον ὡς καθήκει τὸ στέαρ, καὶ λάβε σεαυτῷ ἐκ πάντων, ὧν ἐπιθυμεῖ ἡ ψυχή σου· καὶ εἶπεν, οὐχί· ὅτι νῦν δώσεις· καὶ ἐὰν μή, λήψομαι κραταιῶς. 17 Καὶ ἦν ἡ ἁμαρτία ἐνώπιον Κυρίου τῶν παιδαρίων μεγάλη σφόδρα, ὅτι ἠθέτουν τὴν θυσίαν Κυρίου.

1 Samuel 2:34

34 Καὶ τοῦτό σοι τὸ σημεῖον ὃ ἥξει ἐπὶ τοὺς δύο υἱούς σου, Ὀφνὶ καὶ Φινεὲς, ἐν μιᾷ ἡμέρᾳ ἀποθανοῦνται ἀμφότεροι.

1 Samuel 3:13

13 Καὶ ἀνήγγελκα αὐτῷ ὅτι ἐκδικῶ ἐγὼ τὸν οἶκον αὐτοῦ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ, ὅτι κακολογοῦντες Θεὸν οἱ υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτος.

1 Samuel 4:4

4 Καὶ ἀπέστειλεν ὁ λαὸς εἰς Σηλὼμ, καὶ αἴρουσιν ἐκεῖθεν τὴν κιβωτὸν Κυρίου καθημένου Χερουβίμ· καὶ ἀμφότεροι οἱ υἱοὶ Ἡλὶ μετὰ τῆς κιβωτοῦ, Ὀφνὶ καὶ Φινεές.

1 Samuel 4:11

11 Καὶ κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη, καὶ ἀμφότεροι οἱ υἱοὶ Ἡλὶ ἀπέθανον, Ὀφνὶ καὶ Φινεές.

1 Samuel 4:17-18

17 Καὶ ἀπεκρίθη τὸ παιδάριον, καὶ εἶπε, πέφευγεν ἀνὴρ Ἰσραὴλ ἐκ προσώπου ἀλλοφύλων, καὶ ἐγένετο πληγὴ μεγάλη ἐν τῷ λαῷ, καὶ ἀμφότεροι οἱ υἱοὶ σου τεθνήκασι, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη. 18 Καὶ ἐγένετο ὡς ἐμνήσθη τῆς κιβωτοῦ τοῦ Θεοῦ, καὶ ἔπεσεν ἀπὸ τοῦ δίφρου ὀπισθίως ἐχόμενος τῆς πύλης, καὶ συνετρίβη ὁ νῶτος αὐτοῦ, καὶ ἀπέθανεν, ὅτι πρεσβύτης ὁ ἄνθρωπος καὶ βαρύς· καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ εἴκοσιν ἔτη.

Psalms 78:60

60 Καὶ ἀπώσατο τὴν σκηνὴν Σηλὼμ, σκήνωμα αὐτοῦ οὗ κατεσκήνωσεν ἐν ἀνθρώποις.

Jeremiah 7:12-14

12 Ὅτι πορεύθητε εἰς τὸν τόπον μου τὸν ἐν Σηλὼ, οὗ κατεσκήνωσα τὸ ὄνομά μου ἐκεῖ ἔμπροσθεν, καὶ ἴδετε ἃ ἐποίησα αὐτῷ ἀπὸ προσώπου κακίας λαοῦ μου Ἰσραήλ.
13 Καὶ νῦν ἀνθʼ ὧν ἐποιήσατε πάντα τὰ ἔργα ταῦτα, καὶ ἐλάλησα πρὸς ὑμᾶς καὶ οὐκ ἠκούσατέ μου, καὶ ἐκάλεσα ὑμᾶς καὶ οὐκ ἀπεκρίθητε, 14 τοίνυν κἀγὼ ποιήσω τῷ οἴκῳ ᾧ ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτῷ, ἐφʼ ᾧ ὑμεῖς πεποίθατε ἐπʼ αὐτῷ, καὶ τῷ τόπῳ ᾧ ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν, καθὼς ἐποίησα τῇ Σηλώ.

Leviticus 3:4

4 Καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπʼ αὐτῶν, τὸ ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ.

Leviticus 7:15

15 Καὶ τὰ κρέα θυσίας αἰνέσεως σωτηρίου αὐτῷ ἔσται· καὶ ἐν ᾗ ἡμέρᾳ δωρεῖται, βρωθήσεται· οὐ καταλείψουσιν ἀπʼ αὐτοῦ εἰς τὸ πρωΐ.

Deuteronomy 12:17-18

17 Οὐ δυνήσῃ φαγεῖν ἐν ταῖς πόλεσί σου τὸ ἐπιδέκατον τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου, καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου, καὶ τῶν προβάτων σου, καὶ πάσας τὰς εὐχὰς, ὅσας ἂν εὔξησθε, καὶ τὰς ὁμολογίας ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν σου. 18 ἀλλʼ ἢ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου φαγῇ αὐτὸ ἐν τῷ τόπῳ, ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτῷ, σὺ καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ προσήλυτος ὁ ἐν ταῖς πόλεσιν ὑμῶν· καὶ εὐφρανθήσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου ἐπὶ πάντα, οὗ ἐὰν ἐπιβάλῃς τὴν χεῖρά σου.

Deuteronomy 16:11

11 Καὶ εὐφρανθήσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, σὺ καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευίτης, καὶ ὁ προσήλυτος, καὶ ὁ ὀρφανὸς, καὶ ἡ χήρα ἡ οὖσα ἐν ὑμῖν, ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτὸν, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ.

Genesis 16:1

1 Σάρα δὲ γυνὴ Ἅβραμ οὐκ ἔτικτεν αὐτῷ· ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ.

Genesis 20:18

18 Ὅτι συγκλείων συνέκλεισε Κύριος ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ Ἀβιμέλεχ, ἕνεκεν Σάῤῥας τῆς γυναικὸς Ἁβραάμ.

Genesis 29:30-31

30 Καὶ εἰσῆλθε πρὸς Ῥαχήλ· ἠγάπησε δὲ Ῥαχὴλ μᾶλλον ἢ Λείαν· καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα.
31 Ἰδὼν δὲ Κύριος ὁ Θεὸς ὅτι ἐμισεῖτο Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς· Ῥαχὴλ δὲ ἦν στεῖρα.

Genesis 30:2

2 Θυματωθεὶς δὲ Ἰακὼβ τῇ Ῥαχὴλ εἶπεν αὐτῇ, μὴ ἀντὶ Θεοῦ ἐγώ εἰμι, ὃς ἐστέρησέ σε καρπὸν κοιλίας;

Genesis 43:34

34 Ἦραν δὲ μερίδας παρʼ αὐτοῦ πρὸς ἑαυτούς· ἐμεγαλύνθη δὲ ἡ μερὶς Βενιαμὶν παρὰ τὰς μερίδας πάντων πενταπλασίως πρὸς τὰς ἐκείνων· ἔπιον δὲ καὶ ἐμεθύσθησαν μετʼ αὐτοῦ.

Genesis 45:22

22 Καὶ πᾶσιν ἔδωκε δισσὰς στολάς· τῷ δὲ Βενιαμὶν ἔδωκε τριακοσίους χρυσοὺς, καὶ πέντε ἐξαλλασσούσας στολάς.

Deuteronomy 21:15

15 Ἐὰν δὲ γένωνται ἀνθρώπῳ δύο γυναῖκες, μία αὐτῶν ἠγαπημένη, καὶ μία αὐτῶν μισουμένη, καὶ τέκωσιν αὐτῷ ἡ ἠγαπημένη καὶ ἡ μισουμένη, καὶ γένηται υἱὸς πρωτότοκος τῆς μισουμένης·

Leviticus 18:18

18 Γυναῖκα ἐπʼ ἀδελφῇ αὐτῆς οὐ λήψῃ ἀντίζηλον ἀποκαλύψαι τήν ἀσχημοσύνην αὐτῆς ἐπʼ αὐτῇ, ἔτι ζώσης αὐτῆς.

Job 6:14

14 Ἀπείπατό με ἔλεος, ἐπισκοπὴ δὲ Κυρίου ὑπερεῖδέ με.

Job 24:21

21 Στεῖραν δὲ οὐκ εὖ ἐποίησε, καὶ γύναιον οὐκ ἠλέησε.

1 Samuel 2:19

19 Καὶ διπλοΐδα μικρὰν ἐποίησεν αὐτῷ ἡ μήτηρ αὐτοῦ, καὶ ἀνέφερεν αὐτῷ ἐξ ἡμερῶν εἰς ἡμέρας ἐν τῷ ἀναβαίνειν αὐτὴν μετὰ τοῦ ἀνδρὸς αὐτῆς θῦσαι τὴν θυσίαν τῶν ἡμερῶν.

Ruth 4:15

15 καὶ ἔσται σοι εἰς ἐπιστρέφοντα ψυχὴν, καὶ τοῦ διαθρέψαι τὴν πολιάν σου, ὅτι ἡ νύμφη ἡ ἀγαπήσασά σε ἔτεκεν αὐτὸν, ἥ ἐστιν ἀγαθή σοι ὑπὲρ ἑπτὰ υἱούς.

2 Samuel 12:16-17

16 Καὶ ἐζήτησε Δαυὶδ τὸν Θεὸν περὶ τοῦ παιδαρίου, καὶ ἐνήστευσε Δαυὶδ νηστείαν, καὶ εἰσῆλθε καὶ ηὐλίσθη ἐπὶ τῆς γῆς. 17 Καὶ ἀνέστησαν ἐπʼ αὐτὸν οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ ἐγεῖραι αὐτὸν ἀπὸ τῆς γῆς, καὶ οὐκ ἠθέλησε, καὶ οὐ συνέφαγεν αὐτοῖς ἄρτον.

2 Kings 8:12

12 Καὶ εἶπεν Ἀζαὴλ, τί ὅτι ὁ κύριός μου κλαίει; καὶ εἶπεν, ὅτι οἶδα ὅσα ποιήσεις τοῖς υἱοῖς Ἰσραὴλ κακά· τὰ ὀχυρώματα αὐτῶν ἐξαποστελεῖς ἐν πυρὶ, καὶ τοὺς ἐκλεκτοὺς αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενεῖς, καὶ τὰ νήπια αὐτῶν ἐνσείσεις, καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτῶν ἀναῤῥήξεις.

Psalms 43:4

4 Καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ, πρὸς τὸν Θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου, ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ ὁ Θεὸς ὁ Θεός μου.

Isaiah 54:1

1 Εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου, μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα· εἶπε γὰρ Κύριος,

Isaiah 54:6

6 Οὐχ ὡς γυναῖκα καταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέ σε Κύριος, οὐδʼ ὡς γυναίκα ἐκ νεότητος μεμισημένην, εἶπεν ὁ Θεός σου·

1 Samuel 3:3

3 Καὶ ὁ λύχνος τοῦ Θεοῦ πρὶν ἐπισκευασθῆναι, καὶ Σαμουὴλ ἐκάθευδεν ἐν τῷ ναῷ, οὗ ἡ κιβωτὸς τοῦ Θεοῦ.

1 Samuel 3:15

15 Καὶ κοιμᾶται Σαμουὴλ ἕως πρωῒ, καὶ ὤρθρισε τοπρωῒ καὶ ἤνοιξε τὰς θύρας οἴκου Κυρίου· καὶ Σαμουὴλ ἐφοβήθη ἀπαγγεῖλαι τὴν ὅρασιν.

2 Samuel 7:2

2 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Νάθαν τὸν προφήτην, ἰδοὺ δὴ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ κάθηται ἐν μέσῳ τῆς σκηνῆς.

Psalms 5:7

7 Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου.

Psalms 27:4

4 Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω, τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ.

Psalms 29:9

9 Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους, καὶ ἀποκαλύψει δρυμούς, καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν.

Genesis 50:10

10 Καὶ παρεγένοντο εἰς ἅλωνα Ἀτάδ, ὅ ἐστι πέραν τοῦ Ἰορδάνου· καὶ ἐκόψαντο αὐτὸν κοπετὸν μέγαν καὶ ἰσχυρὸν σφόδρα· καὶ ἐποίησε τὸ πένθος τῷ πατρὶ αὐτοῦ ἑπτὰ ἡμέρας.

Judges 21:2

2 Καὶ ἦλθεν ὁ λαὸς εἰς Βαιθὴλ, καὶ ἐκάθισαν ἐκεῖ ἕως ἑσπέρας ἐνώπιον τοῦ Θεοῦ· καὶ ᾖραν φωνὴν αὐτῶν, καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν,

Ruth 1:20

20 Καὶ εἶπε πρὸς αὐτὰς, μὴ δὴ καλεῖτέ με Νωεμίν, καλέσατέ με πικρὰν, ὅτι ἐπικράνθη ἐν ἐμοὶ ὁ ἱκανὸς σφόδρα.

2 Samuel 13:36

36 Καὶ ἐγένετο ἡνίκα συνετέλεσε λαλῶν, καὶ ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως ἦλθον, καὶ ἐπῇραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν· καί γε ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ ἔκλαυσαν κλαυθμὸν μέγαν σφόδρα.

2 Samuel 17:8

8 Καὶ εἶπε Χουσὶ, σὺ οἶδας τὸν πατέρα σου καὶ τοὺς ἄνδρας αὐτοῦ, ὅτι δυνατοί εἰσι σφόδρα καὶ κατάπικροι τῇ ψυχῇ αὐτῶν, ὡς ἄρκος ἠτεκνωμένη ἐν ἀγρῷ καὶ ὡς ὗς τραχεῖα ἐν τῷ πεδίῳ· καὶ ὁ πατήρ σου ἀνὴρ πολεμιστὴς, καὶ οὐ μὴ καταλύσῃ τὸν λαόν.

2 Kings 20:3

3 Κύριε, μνήσθητι δὴ ὅσα περιεπάτησα ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ καρδίᾳ πλήρει, καὶ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ἐποίησα· καὶ ἔκλαυσεν Ἐζεκίας κλαυθμῷ μεγάλῳ.

Job 7:11

11 Ἀτὰρ οὖν οὐδὲ ἐγὼ φείσομαι τῷ στόματί μου, λαλήσω ἐν ἀνάγκῃ ὤν, ἀνοίξω πικρίαν ψυχῆς μου συνεχόμενος.

Job 9:18

18 Οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι· ἐνέπλησε δέ με πικρίας,

Job 10:1

1 Καμνὼν τῇ ψυχῇ μου, στένων ἐπαφήσω ἐπʼ αὐτὸν τὰ ῥήματά μου· λαλήσω πικρίᾳ ψυχῆς μου συνεχόμενος,

Psalms 50:15

15 Καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με· διάψαλμα.

Psalms 91:15

15 Κεκράξεται πρὸς μὲ, καὶ ἐπακούσομαι αὐτοῦ, μετʼ αὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦμαι αὐτὸν, καὶ δοξάσω αὐτόν.

Isaiah 38:15

Jeremiah 13:17

17 Ἐὰν δὲ μὴ ἀκούσητε, κεκρυμμένως κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως, καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, ὅτι συνετρίβη τὸ ποίμνιον Κυρίου.

Jeremiah 22:10

10 Μὴ κλαίετε τὸν τεθνηκότα, μηδὲ θρηνεῖτε αὐτόν· κλαύσατε κλαυμῷ τὸν ἐκπορευόμενον, ὅτι οὐκ ἐπιστρέψει ἔτι, οὐδὲ ὄψεται τὴν γῆν πατρίδος αὐτοῦ.

Lamentations 3:15

15 ΟΥΑΥ. Ἐχόρτασέ με πικρίας, ἐμέθυσέ με χολῆς,

Genesis 8:1

1 Καὶ ἀνεμνήσθη ὁ Θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν πετεινῶν, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων, ὅσα ἦν μετʼ αὐτοῦ ἐν τῇ κιβωτῷ· καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ,

Genesis 28:20

20 Καὶ ηὔξατο Ἰακὼβ εὐχὴν, λέγων, ἐὰν ᾖ Κύριος ὁ Θεὸς μετʼ ἐμοῦ, καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ, ᾗ ἐγὼ πορεύομαι, καὶ δῷ μοι ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι,

Genesis 29:32

32 Καὶ συνέλαβε Λεία, καὶ ἔτεκεν υἱὸν τῷ Ἰακώβ· ἐκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Ῥουβὴν, λέγουσα, διότι εἶδέ μου Κύριος τὴν ταπείνωσιν, καὶ ἔδωκέ μοι υἱόν· νῦν οὖν ἀγαπήσει με ὁ ἀνήρ μου.

Genesis 30:22

22 Ἐμνήσθη δὲ ὁ Θεὸς τῆς Ῥαχὴλ, καὶ ἐπήκουσεν αὐτῆς ὁ Θεός· καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν.

Exodus 4:31

31 Καὶ ἐπίστευσεν ὁ λαὸς καὶ ἐχάρη, ὅτι ἐπεσκέψατο ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ὅτι εἶδεν αὐτῶν τὴν θλίψιν· κύψας δὲ ὁ λαὸς προσεκύνησε.

Numbers 6:5

5 πάσας τὰς ἡμέρας τοῦ ἁγνισμοῦ· ξυρὸν οὐκ ἐπελεύσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι, ὅσας ηὔξατο Κυρίῳ· ἅγιος ἔσται τρέφων κόμην τρίχα κεφαλῆς

Numbers 6:8

8 Πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ ἅγιος ἔσται Κυρίῳ.

Numbers 6:11

11 Καὶ ποιήσει ὁ ἱερεὺς μίαν περὶ ἁμαρτίας, καὶ μίαν εἰς ὁλοκαύτωμα· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ ὧν ἥμαρτε περὶ τῆς ψυχῆς· καὶ ἁγιάσει τὴν κεφαλὴν αὐτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,

Numbers 21:2

2 Καὶ ηὔξατο Ἰσραὴλ εὐχὴν Κυρίῳ, καὶ εἶπεν, ἐάν μοι παραδῷς τὸν λαὸν τοῦτον ὑποχείριον, ἀναθεματιῶ αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ.

Numbers 30:3-8

3 Ἐὰν δὲ εὔξηται γυνὴ εὐχὴν Κυρίῳ, ἢ ὁρίσηται ὁρισμὸν ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς ἐν τῇ νεότητι αὐτῆς, 4 καὶ ἀκούσῃ ὁ πατὴρ αὐτῆς τὰς εὐχὰς αὐτῆς, καὶ τοὺς ὁρισμοὺς αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, καὶ παρασιωπήσῃ αὐτῆς ὁ πατὴρ, καὶ στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ πάντες οἱ ὁρισμοί οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, μενοῦσιν αὐτῇ· 5 Ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ ὁ πατὴρ αὐτῆς, ᾗ ἂν ἡμέρᾳ ἀκούσῃ πάσας τὰς εὐχὰς αὐτῆς καὶ τοὺς ὁρισμοὺς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, οὐ στήσονται· καὶ Κύριος καθαριεῖ αὐτὴν, ὅτι ἀνένευσεν ὁ πατὴρ αὐτῆς.
6 Ἐὰν δὲ γενομένη γένηται ἀνδρὶ, καὶ αἱ εὐχαὶ αὐτῆς ἐπʼ αὐτῇ κατὰ τὴν διαστολὴν τῶν χειλέων αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, 7 καὶ ἀκούσῃ ὁ ἀνὴρ αὐτῆς, καὶ παρασιωπήσῃ αὐτῇ ᾗ ἂν ἡμέρᾳ ἀκούσῃ, καὶ οὕτω στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ οἱ ὁρισμοὶ αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, στήσονται. 8 Ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ ὁ ἀνὴρ αὐτῆς ᾗ ἐὰν ἡμέρᾳ ἀκούσῃ, πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ οἱ ὁρισμοὶ αὐτῆς οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, οὐ μενοῦσιν, ὅτι ὁ ἀνὴρ ἀνένευσεν ἀπʼ αὐτῆς· καὶ Κύριος καθαριεῖ αὐτήν.

Judges 11:30

30 Καὶ ηὔξατο Ἰεφθάε εὐχὴν τῷ Κυρίῳ καὶ εἶπεν, ἐὰν διδοὺς δῷς μοι τοὺς υἱοὺς Ἀμμὼν ἐν τῇ χειρί μου,

Judges 13:5

5 ὅτι ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱόν· καὶ σίδηρος ἐπὶ τὴν κεφαλὴν αὐτοῦ οὐκ ἀναβήσεται, ὅτι Ναζὶρ Θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ τῆς κοιλίας· καὶ αὐτὸς ἄρξεται σῶσαι τὸν Ἰσραὴλ ἐκ χειρὸς Φυλιστιῒμ.

2 Samuel 16:12

12 Εἴπως ἴδοι Κύριος ἐν τῇ ταπεινώσει μου, καὶ ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ.

Psalms 25:18

18 Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.

Psalms 132:1-2

1 Ὠδὴ τῶν ἀναβαθμῶν.
Μνήσθητι Κύριε τοῦ Δαυὶδ, καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ· 2 ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ·

Ecclesiastes 5:4

4 Καθὼς εὔξῃ εὐχὴν τῷ Θεῷ, μὴ χρονίσῃς τοῦ ἀποδοῦναι αὐτήν· ὅτι οὐκ ἔστι θέλημα ἐν ἄφροσι· σὺ οὖν ὅσα ἐὰν εὔξῃ, ἀπόδος.

Genesis 24:42-45

42 Καὶ ἐλθὼν σήμερον ἐπὶ τὴν πηγὴν εἶπα, Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἁβραὰμ, εἰ σὺ εὐοδοῖς τὴν ὁδόν μου, ἐν ᾗ νῦν ἐγὼ πορεύομαι ἐν αὐτῇ, 43 ἰδοὺ ἐγὼ ἐφέστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, καὶ αἱ θυγατέρες τῶν ἀνθρώπων τῆς πόλεως ἐκπορεύονται ἀντλῆσαι ὕδωρ· καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, πότισόν με ἐκ τῆς ὑδρίας σου μικρὸν ὕδωρ, 44 καὶ εἴπῃ μοι, καὶ σὺ πίε, καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, αὕτη ἡ γυνή ἣν ἡτοίμασε Κύριος τῷ ἑαυτοῦ θεράποντι Ἰσαάκ· καὶ ἐν τούτῳ γνώσομαι, ὅτι πεποίηκας ἔλεος τῷ κυρίῳ μου Ἁβραάμ. 45 Καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι με λαλοῦντα ἐν τῇ διανοίᾳ μου, εὐθὺς Ῥεβέκκα ἐξεπορεύετο, ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων· καὶ κατέβη ἐπὶ τὴν πηγὴν, καὶ ὑδρεύσατο· εἶπα δὲ αὐτῇ, πότισόν με.

Nehemiah 2:4

4 Καὶ εἶπέ μοι ὁ βασιλεύς, περὶ τίνος τοῦτο σὺ ζητεῖς; καὶ προσηυξάμην πρὸς τὸν Θεὸν τοῦ οὐρανοῦ,

Psalms 25:1

1 Ψαλμὸς τῷ Δαυίδ.
Πρὸς σὲ, Κύριε, ἦρα τὴν ψυχήν μου. Ὁ Θεός μου

Zechariah 9:15

15 Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτούς· καὶ καταναλώσουσιν αὐτοὺς, καί καταχώσουσιν αὐτοὺς ἐν λίθοις σφενδόνης, καὶ ἐκπίονται αὐτοὺς ὡς οἶνον, καὶ πλήσουσιν ὡς φιάλας θυσιαστήριον.

Joshua 22:12-20

12 Καὶ συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ἰσραὴλ εἰς Σηλὼ, ὥστε ἀναβάντες ἐκπολεμῆσαι αὐτούς.
13 Καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς τοὺς υἱοὺς Ῥουβὴν καὶ πρὸς τοὺς υἱοὺς Γὰδ καὶ πρὸς τοὺς υἱοὺς ἥμισυ φυλῆς Μανασσῆ εἰς γῆν Γαλαὰδ, τόν τε Φινεὲς υἱὸν Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἀρχιερέως, 14 καὶ δέκα τῶν ἀρχόντων μετʼ αὐτοῦ· ἄρχων εἷς ἀπὸ οἴκου πατριᾶς ἀπὸ πασῶν φυλῶν Ἰσραήλ· ἄρχοντες οἴκων πατριῶν εἰσι χιλίαρχοι Ἰσραήλ. 15 Καὶ παρεγένοντο πρὸς τοὺς υἱοὺς Ῥουβὴν, καὶ πρὸς τοὺς υἱοὺς Γὰδ, καὶ πρὸς τοὺς ἡμίσεις φυλῆς Μανασσῆ εἰς γῆν Γαλαάδ· καὶ ἐλάλησαν πρὸς αὐτοὺς λέγοντες, 16 τάδε λέγει πᾶσα ἡ συναγωγὴ Κυρίου, τίς ἡ πλημμέλεια αὕτη, ἣν ἐπλημμελήσατε ἐναντίον τοῦ Θεοῦ Ἰσραὴλ, ἀποστραφῆναι σήμερον ἀπὸ Κυρίου, οἰκοδομήσαντες ὑμῖν ἑαυτοῖς βωμόν, ἀποστάτας ὑμᾶς γενέσθαι ἀπὸ τοῦ Κυρίου; 17 Μὴ μικρὸν ὑμῖν τὸ ἁμάρτημα Φογὼρ, ὅτι οὐκ ἐκαθαρίσθημεν ἀπʼ αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης; καὶ ἐγενήθη πληγὴ ἐν τῇ συναγωγῇ Κυρίου. 18 Καὶ ὑμεῖς ἀπεστράφητε σήμερον ἀπὸ Κυρίου· καὶ ἔσται ἐὰν ἀποστῆτε σήμερον ἀπὸ Κυρίου, καὶ αὔριον ἐπὶ πάντα Ἰσραὴλ ἔσται ἡ ὀργή. 19 Καὶ νῦν εἰ μικρὰ ἡ γῆ ὑμῶν τῆς κατασχέσεως ὑμῶν, διάβητε εἰς τὴν γῆν τῆς Κυρίου κατασχέσεως, οὗ κατασκηνοῖ ἐκεῖ ἡ σκηνὴ Κυρίου, καὶ κατακληρονομήσατε ἐν ἡμῖν· καὶ μὴ ἀπὸ Θεοῦ ἀποστάται γενήθητε, καὶ ὑμεῖς μηδʼ ἀπόστητε ἀπὸ Κυρίου, διὰ τὸ οἰκοδομῆσαι ὑμᾶς βωμὸν ἔξω τοῦ θυσιαστηρίου Κυρίου τοῦ Θεοῦ ἡμῶν. 20 Οὐκ ἰδοὺ Ἄχαρ ὁ τοῦ Ζαρᾶ πλημμελείᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀναθέματος, καὶ ἐπὶ πᾶσαν συναγωγὴν Ἰσραὴλ ἐγενήθη ὀργή; καὶ οὗτος εἷς αὐτὸς ἀπέθανε τῇ ἑαυτοῦ ἁμαρτίᾳ.

Job 8:2

2 Μέχρι τίνος λαλήσεις ταῦτα, πνεῦμα πολυῤῥῆμον τοῦ στόματός σου;

Job 11:14

14 εἰ ἄνομόν τί ἐστιν ἐν χερσί σου, πόῤῥω ποίησον αὐτὸ ἀπὸ σοῦ, ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω·

Job 22:23

23 Ἐὰν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι Κυρίου, πόῤῥω ἐποίησας ἀπὸ διαίτης σου ἄδικον.

Psalms 62:3

3 Ἕως πότε ἐπιτίθεσθε ἐπʼ ἄνθρωπον; φονεύετε πάντες ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ.

Proverbs 4:24

24 Περίελε σεαυτοῦ σκολιὸν στόμα, καὶ ἄδικα χείλη μακρὰν ἀπὸ σοῦ ἄπωσαι.

Proverbs 6:9

9 Ἕως τίνος ὀκνηρὲ κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ;

Job 30:16

16 Καὶ νῦν ἐπʼ ἐμὲ ἐκχυθήσεται ἡ ψυχή μου, ἔχουσι δέ με ἡμέραι ὀδυνῶν.

Psalms 42:4

4 Ταῦτα ἐμνήσθην, καὶ ἐξέχεα ἐπʼ ἐμὲ τὴν ψυχήν μου, ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος.

Psalms 62:8

8 Ἐλπίσατε ἐπʼ αὐτὸν πᾶσα συναγωγὴ λαοῦ· ἐκχέετε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν, ὅτι ὁ Θεὸς βοηθὸς ἡμῶν· διάψαλμα.

Psalms 142:2-3

2 Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. 3 Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου· ἐν ὁδῷ ταύτῃ ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.

Psalms 143:6

6 Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι· διάψαλμα.

Proverbs 15:1

1 Ὀργὴ ἀπόλλυσι καὶ φρονίμους, ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμὸν, λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς.

Proverbs 25:15

15 Ἐν μακροθυμίᾳ εὐοδία βασιλεῦσι, γλῶσσα δὲ μαλακὴ συντρίβει ὀστᾶ.

Lamentations 2:19

19 ΚΩΦ. Ἀνάστα, ἀγαλλίασαι ἐν νυκτὶ εἰς ἀρχὰς φυλακῆς σου, ἔκχεον ὡς ὕδωρ καρδίαν σου ἀπέναντι προσώπου Κυρίου, ἆρον πρὸς αὐτὸν χεῖράς σου περὶ ψυχῆς νηπίων σου, τῶν ἐκλυομένων λιμῷ ἐπʼ ἀρχῆς πασῶν ἐξόδων.

Deuteronomy 13:13

13 ἐξήλθοσαν ἄνδρες παράνομοι ἐξ ὑμῶν, καὶ ἀπέστησαν πάντας τοὺς κατοικοῦντας τὴν γῆν αὐτῶν, λέγοντες, πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις, οὓς οὐκ ᾔδειτε,

1 Samuel 2:12

12 Καὶ οἱ υἱοὶ Ἡλὶ τοῦ ἱερέως υἱοὶ λοιμοὶ, οὐκ εἰδότες τὸν Κύριον. Καὶ τὸ δικαίωμα τοῦ ἱερέως παρὰ τοῦ λαοῦ παντὸς τοῦ θύοντος·

1 Samuel 10:27

27 Καὶ υἱοὶ λοιμοὶ εἶπαν· τίς σώσει ὑμᾶς οὗτος; καὶ ἠτίμασαν αὐτὸν, καὶ οὐκ ἤνεγκαν αὐτῷ δῶρα.

1 Samuel 25:25

25 Μὴ δὴ θέσθω ὁ κύριός μου καρδίαν αὐτοῦ ἐπὶ τὸν ἄνθρωπον τὸν λοιμὸν τοῦτον, ὅτι κατὰ τὸ ὄνομα αὐτοῦ οὗτός ἐστι· Νάβαλ ὄνομα αὐτῷ, καὶ ἀφροσύνη μετʼ αὐτοῦ· καὶ ἐγὼ ἡ δούλη σου οὐκ εἶδον τὰ παιδάρια τοῦ κυρίου μου ἃ ἀπέστειλας.

Job 6:2-3

2 Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργὴν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδὸν, 3 καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται· ἀλλʼ ὡς ἔοικε τὰ ῥήματά μού ἐστι φαῦλα.

Job 10:1-2

1 Καμνὼν τῇ ψυχῇ μου, στένων ἐπαφήσω ἐπʼ αὐτὸν τὰ ῥήματά μου· λαλήσω πικρίᾳ ψυχῆς μου συνεχόμενος, 2 καὶ ἐρῶ πρὸς Κύριον, μή με ἀσεβεῖν δίδασκε· καὶ διατί με οὕτως ἔκρινας;

Judges 18:6

6 Καὶ εἶπεν αὐτοῖς ὁ ἱερεὺς, πορεύεσθε ἐν εἰρήνῃ· ἐνώπιον Κυρίου ἡ ὁδὸς ὑμῶν, ἐν ᾗ πορεύεσθε ἐν αὐτῇ.

1 Samuel 25:35

35 Καὶ ἔλαβε Δαυὶδ ἐκ χειρὸς αὐτῆς πάντα ἃ ἔφερεν αὐτῷ, καὶ εἶπεν αὐτῇ, ἀνάβηθι εἰς εἰρήνην εἰς οἶκόν σου· βλέπε, ἤκουσα τῆς φωνῆς σου, καὶ ἠρέτισα τὸ πρόσωπόν σου.

1 Samuel 29:7

7 Καὶ νῦν ἀνάστρεφε καὶ πορεύου εἰς εἰρήνην, καὶ οὐ μὴ ποιήσῃς κακίαν ἐν ὀφθαλμοῖς τῶν σατραπῶν τῶν ἀλλοφύλων.

2 Kings 5:19

19 Καὶ εἶπεν Ἑλισαιὲ πρὸς Ναιμὰν, δεῦρο εἰς εἰρήνην· καὶ ἀπῆλθεν ἀπʼ αὐτοῦ εἰς δεβραθὰ τῆς γῆς.

1 Chronicles 4:10

10 Καὶ ἐπεκαλέσατο Ἰγαβὴς τὸν Θεὸν Ἰσραὴλ, λέγων, ἐὰν εὐλογῶν εὐλογήσῃς με, καὶ πληθύνῃς τὰ ὅριά μου, καὶ ᾖ ἡ χείρ σου μετʼ ἐμοῦ, καὶ ποιήσεις γνῶσιν τοῦ μὴ ταπεινῶσαί με· καὶ ἐπήγαγεν ὁ Θεὸς πάντα ὅσα ᾐτήσατο.

Psalms 20:3-5

3 Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω· διάψαλμα. 4 Δῴη σοι κατὰ τὴν καρδίαν σου, καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι. 5 Ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου, καὶ ἐν ὀνόματι Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα· πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου.

Genesis 32:5

5 Καὶ ἐγένοντό μοι βόες, καὶ ὄνοι, καὶ πρόβατα, καὶ παῖδες, καὶ παιδίσκαι· καὶ ἀπέστειλα ἀναγγεῖλαι τῷ κυρίῳ μου Ἡσαῦ, ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου.

Genesis 33:8

8 Καὶ εἶπε, τί ταῦτά σοι ἐστίν, πᾶσαι αἱ παρεμβολαὶ αὗται, αἷς ἀπήντηκα; ὁ δὲ εἶπεν, ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου, κύριε.

Genesis 33:15

15 Εἶπε δὲ Ἡσαῦ, καταλείψω μετὰ σοῦ ἀπὸ τοῦ λαοῦ τοῦ μετʼ ἐμοῦ· ὁ δὲ εἶπεν, ἱνατί τοῦτο; ἱκανόν ὅτι εὗρον χάριν ἐναντίον σου, κύριε.

Ruth 2:13

13 Ἡ δὲ εἶπεν, εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου κύριε, ὅτι παρεκάλεσάς με, καὶ ὅτι ἐλάλησας ἐπὶ καρδίαν τῆς δούλης σου, καὶ ἰδοὺ ἐγὼ ἔσομαι ὡς μία τῶν παιδισκῶν σου.

Ecclesiastes 9:7

7 Δεῦρο φάγε ἐν εὐφροσύνῃ τὸν ἄρτον σου, καὶ πίε ἐν καρδίᾳ ἀγαθῇ οἶνόν σου, ὅτι ἤδη εὐδόκησεν ὁ Θεὸς τὰ ποιήματά σου.

Genesis 4:1

1 Ἀδὰμ δὲ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν· καὶ εἶπεν, ἐκτησάμην ἄνθρωπον διά τοῦ Θεοῦ.

Genesis 21:1

1 Καὶ Κύριος ἐπεσκέψατο τὴν Σάῤῥαν, καθὰ εἶπε· καὶ ἐποίησε Κύριος τῇ Σάῤῥᾳ, καθὰ ἐλάλησε.

1 Samuel 1:1

1 ἌΝΘΡΩΠΟΣ ἦν ἐξ Ἀρμαθαὶμ Σιφὰ, ἐξ ὄρους Ἐφραὶμ, καὶ ὄνομα αὐτῷ Ἑλκανὰ υἱὸς Ἱερεμεὴλ υἱοῦ Ἡλιοὺ υἱοῦ Θοκὲ ἐν Νασὶβ Ἐφραίμ.

1 Samuel 1:11

11 Καὶ ηὔξατο εὐχὴν Κυρίῳ, λέγουσα, Ἀδωναῒ Κύριε ἐλωὲ σαβαώθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου, καὶ μνησθῇς μου, καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρῶν, καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτοῦ, καὶ οἶνον καὶ μέθυσμα οὐ πίεται, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.

1 Samuel 2:11

11 Καὶ κατέλιπεν αὐτὸν ἐκεῖ ἐνώπιον Κυρίου καὶ ἀπῆλθεν εἰς Ἀρμαθαίμ· καὶ τὸ παιδάριον ἦν λειτουργῶν τῷ προσώπῳ Κυρίου ἐνώπιον Ἡλὶ τοῦ ἱερέως.

1 Samuel 9:26

26 Καὶ ἐγένετο ὡς ἀνέβαινεν ὁ ὄρθρος, καὶ ἐκάλεσε Σαμουὴλ τὸν Σαοὺλ ἐπὶ τῷ δώματι λέγων, ἀνάστα, καὶ ἐξαποστελῶ σε· καὶ ἀνέστη Σαοὺλ, καὶ ἐξῆλθεν αὐτὸς καὶ Σαμουὴλ ἕως ἔξω.

Psalms 5:3

3 τοπρωῒ εἰσακούσῃ τῆς φωνῆς μου· τοπρωῒ παραστήσομαί σοι, καὶ ἐπόψομαι.

Psalms 25:7

7 Ἁμαρτίας νεότητός μου, καὶ ἀγνοίας μου μὴ μνησθῇς· κατὰ τὸ ἔλεός σου μνήσθητί μου, σύ, ἕνεκεν χρηστότητός σου, Κύριε.

Psalms 55:17

17 Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι, καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου.

Psalms 119:147

147 Προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα.

Psalms 136:23

23 Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·

Genesis 4:25

25 Ἔγνω δὲ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ· καὶ συλλαβοῦσα ἔτεκεν υἱόν· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ, λέγουσα, ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν.

Genesis 5:29

29 Καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Νῶε λέγων, οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν, καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν, καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός.

Genesis 16:11

11 Καί εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου, ἰδού σὺ ἐν γαστρὶ ἔχεις, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαὴλ, ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου.

Genesis 29:32-35

32 Καὶ συνέλαβε Λεία, καὶ ἔτεκεν υἱὸν τῷ Ἰακώβ· ἐκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Ῥουβὴν, λέγουσα, διότι εἶδέ μου Κύριος τὴν ταπείνωσιν, καὶ ἔδωκέ μοι υἱόν· νῦν οὖν ἀγαπήσει με ὁ ἀνήρ μου. 33 Καὶ συνέλαβε πάλιν, καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ἰακὼβ, καὶ εἶπεν, ὅτι ἤκουσε Κύριος ὅτι μισοῦμαι, καὶ προσέδωκέ μοι καὶ τοῦτον· ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Συμεών. 34 Καὶ συνέλαβεν ἔτι, καὶ ἔτεκεν υἱὸν, καὶ εἶπεν, ἐν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ τρεῖς υἱούς· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Λευεί. 35 Καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱὸν, καὶ εἶπε, νῦν ἔτι τοῦτο ἐξομολογήσομαι Κυρίῳ· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ἰούδαν· καὶ ἔστη τοῦ τίκτειν.

Genesis 30:6-21

6 Καὶ εἶπε Ῥαχὴλ, ἔκρινέ μοι ὁ Θεὸς, καὶ ἐπήκουσε τῆς φωνῆς μου, καὶ ἔδωκέ μοι υἱόν· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Δάν. 7 Καὶ συνέλαβεν ἔτι Βαλλὰ ἡ παιδίσκη Ῥαχὴλ, καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ἰακώβ. 8 Καὶ εἶπε Ῥαχὴλ, συναντελάβετό μου ὁ Θεὸς, καὶ συνανεστράφην τῇ ἀδελφῇ μου, καὶ ἠδυνάσθην· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Νεφθαλεί. 9 Εἶδε δὲ Λεία ὅτι ἔστη τοῦ τίκτειν· καὶ ἔλαβε Ζελφὰν τὴν παιδίσκην αὐτῆς, καὶ ἔδωκεν αὐτὴν τῷ Ἰακὼβ γυναῖκα· καὶ εἰσῆλθε πρὸς αὐτὴν. 10 Καὶ συνέλαβε Ζελφὰ ἡ παιδίσκη Λείας, καὶ ἔτεκε τῷ Ἰακὼβ υἱόν. 11 Καὶ εἶπε Λεία, ἐν τύχῃ· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ, Γάδ. 12 Καὶ συνέλαβεν ἔτι Ζελφὰ ἡ παιδίσκη Λείας, καὶ ἔτεκε τῷ Ἰακὼβ υἱὸν δεύτερον. 13 Καὶ εἶπε Λεία, μακαρία ἐγώ, ὅτι μακαριοῦσί με αἱ γυναῖκες· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ἀσήρ. 14 Ἐπορεύθη δὲ Ῥουβὴν ἐν ἡμέρᾳ θερισμοῦ πυρῶν, καὶ εὗρε μῆλα μανδραγορῶν ἐν τῷ ἀγρῷ, καὶ ἤνεγκεν αὐτὰ πρὸς Λείαν τὴν μητέρα αὐτοῦ· εἶπε δὲ Ῥαχὴλ Λείᾳ τῇ ἀδελφῇ αὐτῆς, δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου. 15 Εἶπε δὲ Λεία, οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου; μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήψῃ; εἶπε δὲ Ῥαχήλ, οὐχ οὕτως· κοιμηθήτω μετὰ σοῦ τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου. 16 Εἰσῆλθε δὲ Ἰακὼβ ἐξ ἀγροῦ ἑσπέρας· καὶ ἐξῆλθε Λεία εἰς συνάντησιν αὐτῷ, καὶ εἶπε, πρὸς ἐμὲ εἰσελεύσῃ σήμερον· μεμίσθωμαι γάρ σε ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου· καὶ ἐκοιμήθη μετʼ αὐτῆς τὴν νύκτα ἐκείνην. 17 Καὶ ἐπήκουσεν ὁ Θεὸς Λείας· καὶ συλλαβοῦσα ἔτεκε τῷ Ἰακὼβ υἱὸν πέμπτον. 18 Καὶ εἶπε Λεία, δέδωκέ μοι ὁ Θεὸς τὸν μισθόν μου, ἀνθʼ οὗ ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ἰσσάχαρ, ὅ ἐστι μισθός. 19 Καὶ συνέλαβεν ἔτι Λεία, καὶ ἔτεκεν υἱὸν ἕκτον τῷ Ἰακώβ. 20 Καὶ εἶπε Λεία, δεδώρηται ὁ Θεός μοι δῶρον καλὸν ἐν τῷ νῦν καιρῷ· αἱρετιεῖ με ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ υἱοὺς ἕξ· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ζαβουλών. 21 Καὶ μετὰ τοῦτο ἔτεκε θυγατέρα, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Δεῖνα.

Genesis 41:51-52

51 Ἐκάλεσε δὲ Ἰωσὴφ τὸ ὄνομα τοῦ πρωτοτόκου, Μανασσῆ· ὅτι ἐπιλαθέσθαι με ἐποίησεν ὁ Θεὸς πάντων τῶν πόνων μου, καὶ πάντων τῶν τοῦ πατρός μου. 52 Τὸ δὲ ὄνομα τοῦ δευτέρου ἐκάλεσεν, Ἐφραίμ· ὅτι ηὔξησέ με ὁ Θεὸς ἐν γῇ ταπεινώσεώς μου.

Exodus 2:10

10 Ἀδρυνθέντος δὲ τοῦ παιδίου, εἰσήγαγεν αὐτὸ πρὸς τὴν θυγατέρα Φαραὼ, καὶ ἐγενήθη αὐτῇ εἰς υἱόν· ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ Μωυσῆν, λέγουσα, ἐκ τοῦ ὕδατος αὐτὸν ἀνειλόμην.

Exodus 2:22

22 Ἐν γαστρὶ δὲ λαβοῦσα ἡ γυνὴ ἔτεκεν υἱόν· καὶ ἐπωνόμασε Μωυσῆς τὸ ὄνομα αὐτοῦ Γηρσὰμ, λέγων, ὅτι πάροικός εἰμι ἐν γῇ ἀλλοτρίᾳ.

Genesis 18:19

19 Ἤδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ, καὶ τῷ οἴκῳ αὐτοῦ μετʼ αὐτὸν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου, ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Ἁβραὰμ πάντα, ὅσα ἐλάλησε πρὸς αὐτόν.

Deuteronomy 12:11

11 Καὶ ἔσται ὁ τόπος, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ἐκεῖ οἴσετε πάντα ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον· τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ θυσιάσματα ὑμῶν, καὶ τὰ ἐπιδέκατα ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν, καὶ πᾶν ἐκλεκτὸν τῶν δώρων ὑμῶν, ὅσα ἂν εὔξησθε Κυρίῳ τῷ Θεῷ ὑμῶν.

Joshua 24:15

15 Εἰ δὲ μὴ ἀρέσκει ὑμῖν λατρεύειν Κυρίῳ, ἐκλέξασθε ὑμῖν αὐτοῖς σήμερον τίνι λατρεύσητε, εἴτε τοῖς θεοῖς τῶν πατέρων ὑμῶν, τοῖς ἐν τῷ πέραν τοῦ ποταμοῦ, εἴτε τοῖς θεοῖς τῶν Ἀμοῤῥαίων, ἐν οἷς ὑμεῖς κατοικεῖτε ἐπὶ τῆς γῆς αὐτῶν· ἐγὼ δὲ καὶ ἡ οἰκία μου λατρεύσομεν Κυρίῳ, ὅτι ἅγιός ἐστι.

1 Samuel 1:3

3 Καὶ ἀνέβαινεν ὁ ἄνθρωπος ἐξ ἡμερῶν εἰς ἡμέρας ἐκ πόλεως αὐτοῦ ἐξ Ἀρμαθαὶμ προσκυνεῖν καὶ θύειν Κυρίῳ τῷ Θεῷ σαβαὼθ εἰς Σηλώμ· καὶ ἐκεῖ Ἡλὶ καὶ οἱ δύο υἱοὶ αὐτοῦ Ὀφνὶ καὶ Φινεὲς ἱερεῖς τοῦ Κυρίου.

Psalms 101:2

2 Ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρὸς μέ; διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου.

Exodus 21:6

6 προσάξει αὐτὸν ὁ κύριος αὐτοῦ πρὸς τὸ κριτήριον τοῦ Θεοῦ, καὶ τότε προσάξει αὐτὸν ἐπὶ τὴν θύραν ἐπὶ τὸν σταθμὸν, καὶ τρυπήσει ὁ κύριος αὐτοῦ τὸ οὖς τῷ ὀπητίῳ, καὶ δουλεύσει αὐτῷ εἰς τὸν αἰῶνα.

Leviticus 25:23

23 Καὶ ἡ γῆ οὐ πραθήσεται εἰς βεβαίωσιν· ἐμὴ γάρ ἐστιν ἡ γῆ, διότι προσήλυτοι καὶ πάροικοι ὑμεῖς ἐστε ἐναντίον μου.

Joshua 4:7

7 Καὶ σὺ δηλώσεις τῷ υἱῷ σου, λέγων, ὅτι ἐξέλιπεν ὁ Ἰορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτοῦ διαθήκης Κυρίου πάσης τῆς γῆς, ὡς διέβαινεν αὐτόν· καὶ ἔσονται οἱ λίθοι οὗτοι ὑμῖν μνημόσυνον τοῖς υἱοῖς Ἰσραὴλ ἕως τοῦ αἰῶνος.

1 Samuel 1:28

28 Κἀγὼ κιχρῶ αὐτὸν τῷ Κυρίῳ πάσας τὰς ἡμέρας ἃς ζῇ αὐτός, χρῆσιν τῷ Κυρίῳ, καὶ εἶπεν,

1 Samuel 2:18

18 Καὶ Σαμουὴλ ἦν λειτουργῶν ἐνώπιον Κυρίου, παιδάριον περιεζωσμένον ἐφοὺδ βάρ.

1 Samuel 3:1

1 Κaὶ τὸ παιδάριον Σαμουὴλ ἦν λειτουργῶν τῷ Κυρίῳ ἐνώπιον Ἡλὶ τοῦ ἱερέως· καὶ ῥῆμα Κυρίου ἦν τίμιον ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἦν ὅρασις διαστέλλουσα.

Psalms 23:6

6 Καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.

Psalms 110:4

4 Ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.

Isaiah 9:7

7 Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον· ἐπὶ τὸν θρόνον Δαυὶδ, καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν, καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.

Genesis 21:7-8

7 Καὶ εἶπε, τίς ἀναγγελεῖ τῷ Ἁβραὰμ ὅτι θηλάζει παιδίον Σάῤῥα; ὅτι ἔτεκον υἱὸν ἐν τῷ γήρᾳ μου. 8 Καὶ ηὐξήθη τὸ παιδίον, καὶ ἀπεγαλακτίσθη· καὶ ἐποίησεν Ἁβραὰμ δοχὴν μεγάλην, ᾗ ἡμέρᾳ ἀπεγαλακτίσθη Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ.

Numbers 30:7-11

7 καὶ ἀκούσῃ ὁ ἀνὴρ αὐτῆς, καὶ παρασιωπήσῃ αὐτῇ ᾗ ἂν ἡμέρᾳ ἀκούσῃ, καὶ οὕτω στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ οἱ ὁρισμοὶ αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, στήσονται. 8 Ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ ὁ ἀνὴρ αὐτῆς ᾗ ἐὰν ἡμέρᾳ ἀκούσῃ, πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ οἱ ὁρισμοὶ αὐτῆς οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, οὐ μενοῦσιν, ὅτι ὁ ἀνὴρ ἀνένευσεν ἀπʼ αὐτῆς· καὶ Κύριος καθαριεῖ αὐτήν.
9 10 Καὶ εὐχὴ χήρας καὶ ἐκβεβλημένης ὅσα ἐὰν εὔξηται κατὰ τῆς ψυχῆς αὐτῆς, μενοῦσιν αὐτῇ. 10 11 Ἐὰν δὲ ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς αὐτῆς ἡ εὐχὴ αὐτῆς, ἢ ὁ ὁρισμὸς κατὰ τῆς ψυχῆς αὐτῆς μεθʼ ὅρκου, 11 12 καὶ ἀκούσῃ ὁ ἀνὴρ αὐτῆς, καὶ παρασιωπήσῃ αὐτῇ, καὶ μὴ ἀνανεύσῃ αὐτῇ, καὶ στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ πάντες οἱ ὁρισμοὶ αὐτῆς οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, στήσονται κατʼ αὐτῆς.

1 Samuel 1:17

17 Καὶ ἀπεκρίθη Ἡλὶ, καὶ εἶπεν αὐτῇ, πορεύου εἰς εἰρήνην· ὁ Θεὸς Ἰσραὴλ δώῃ σοι πᾶν αἴτημά σου, ὃ ᾐτήσω παρʼ αὐτοῦ.

2 Samuel 7:25

25 Καὶ νῦν, Κύριέ μου, ῥῆμα, ὃ ἐλάλησας περὶ τοῦ δούλου σου καὶ τοῦ οἴκου αὐτοῦ, πίστωσον ἕως τοῦ αἰῶνος, Κύριε παντοκράτωρ Θεὲ τοῦ Ἰσραήλ· καὶ νῦν καθὼς ἐλάλησας,

Psalms 22:9

9 Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρὸς, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου,

Isaiah 44:26

26 καὶ ἱστῶν ῥῆμα παιδὸς αὐτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων· ὁ λέγων τῇ Ἱερουσαλὴμ, κατοικηθήσῃ, καὶ ταῖς πόλεσι τῆς Ἰδουμαίας, οἰκοδομηθήσεσθε, καὶ τὰ ἔρημα αὐτῆς ἀνατελεῖ·

Numbers 15:9-10

9 καὶ προσοίσει ἐπὶ τοῦ μόσχου θυσίαν σεμιδάλεως τρία δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ ἥμισυ τοῦ ἲν. 10 Καὶ οἶνον εἰς σπονδὴν τὸ ἥμισυ τοῦ ἴν, κάρπωμα ὀσμὴν εὐωδίας Κυρίῳ.

Deuteronomy 12:5-6

5 Ἀλλʼ ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐν μιᾷ τῶν πόλεων ὑμῶν ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ καὶ ἐπικληθῆναι, καὶ ἐκζητήσετε καὶ ἐλεύσεσθε ἐκεῖ. 6 Καὶ οἴσετε ἐκεῖ τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ θυσιάσματα ὑμῶν, καὶ τὰς ἀπαρχὰς ὑμῶν, καὶ τὰς εὐχὰς ὑμῶν, καὶ τὰ ἑκούσια ὑμῶν, καὶ τὰς ὁμολογίας ὑμῶν, τὰ πρωτότοκα τῶν βοῶν ὑμῶν, καὶ τῶνπροβάτων ὑμῶν.

1 Samuel 4:3-4

3 Καὶ ἦλθεν ὁ λαὸς εἰς τὴν παρεμβολὴν, καὶ εἶπαν οἱ πρεσβύτεροι Ἰσραὴλ, κατὰ τί ἔπταισεν ἡμᾶς Κύριος σήμερον ἐνώπιον ἀλλοφύλων; λάβωμεν τὴν κιβωτὸν τοῦ Θεοῦ ἡμῶν ἐκ Σηλὼμ, καὶ ἐξελθέτω ἐκ μέσου ἡμῶν, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν.
4 Καὶ ἀπέστειλεν ὁ λαὸς εἰς Σηλὼμ, καὶ αἴρουσιν ἐκεῖθεν τὴν κιβωτὸν Κυρίου καθημένου Χερουβίμ· καὶ ἀμφότεροι οἱ υἱοὶ Ἡλὶ μετὰ τῆς κιβωτοῦ, Ὀφνὶ καὶ Φινεές.

Genesis 42:15

15 Ἐν τούτῳ φανεῖσθε· νὴ τὴν ὑγίειαν Φαραὼ, οὐ μὴ ἐξέλθητε ἐντεῦθεν, ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος ἔλθῃ ὧδε.

1 Samuel 17:55

55 Passage supplied from the Alexandrine text.{Καὶ ὡς εἶδε Σαοὺλ τὸν Δαυὶδ ἐκπορευόμενον εἰς ἀπάντησιν τοῦ ἀλλοφύλου, εἶπε πρὸς Ἀβεννὴρ τὸν ἄρχοντα τῆς δυνάμεως, Υἱὸς τίνος ὁ νεανίσκος οὗτος; καὶ εἶπεν Ἀβεννήρ, ζῇ ἡ ψυχή σου, βασιλεῦ, εἰ οἶδα.

1 Samuel 20:3

3 Καὶ ἀπεκρίθη Δαυὶδ τῷ Ἰωνάθαν, καὶ εἶπε, γινώσκων οἶδεν ὁ πατήρ σου, ὅτι, εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, καὶ εἶπε· μὴ γνώτω τοῦτο Ἰωνάθαν, μὴ οὐ βούληται· ἀλλὰ ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, ὅτι καθὼς εἶπον, ἐμπέπλησται ἀναμέσον ἐμοῦ καὶ τοῦ θανάτου.

2 Samuel 11:11

11 Καὶ εἶπεν Οὐρίας πρὸς Δαυὶδ, ἡ κιβωτὸς καὶ Ἰσραὴλ, καὶ Ἰούδας κατοικοῦσιν ἐν σκηναῖς, καὶ ὁ κύριός μου Ἰωὰβ, καὶ οἱ δοῦλοι τοῦ κυρίου μου ἐπὶ πρόσωπον τοῦ ἀγροῦ παρεμβάλλουσι, καὶ ἐγὼ εἰσελεύσομαι εἰς τὸν οἶκόν μου τοῦ φαγεῖν, καὶ πιεῖν, καὶ κοιμηθῆναι μετὰ τῆς γυναικός μου; πῶς; ζῇ ἡ ψυχή σου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο.

2 Samuel 14:19

19 Καὶ εἶπεν ὁ βασιλεύς, μὴ ἡ χεὶρ Ἰωὰβ ἐν παντὶ τούτῳ μετὰ σοῦ; καὶ εἶπεν ἡ γυνὴ τῷ βασιλεῖ, ζῇ ἡ ψυχή σου, κύριέ μου βασιλεῦ, εἰ ἔστιν εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ ἐκ πάντων ὧν ἐλάλησεν ὁ κύριός μου ὁ βασιλεύς, ὅτι ὁ δοῦλός σου Ἰωὰβ αὐτὸς ἐνετείλατό μοι, καὶ αὐτὸς ἔθετο ἐν τῷ στόματι τῆς δούλης σου πάντας τοὺς λόγους τούτους.

2 Kings 2:2

2 Καὶ εἶπεν Ἠλιοὺ πρὸς Ἑλισαιέ, κάθου δὴ ἐνταῦθα, ὅτι ὁ Θεὸς ἀπέσταλκέ με ἕως Βαιθήλ· καὶ εἶπεν Ἑλισαιέ, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Βαιθήλ.

2 Kings 2:4

4 Καὶ εἶπεν Ἠλιοὺ πρὸς Ἑλισαιέ, κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με εἰς Ἱεριχώ· καὶ εἶπε, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Ἱεριχώ.

2 Kings 2:6

6 Καὶ εἶπεν αὐτῷ Ἠλιοὺ, κάθου δὴ ὧδε, ὅτι Κύριος ἀπέσταλκέ με ἕως εἰς τὸν Ἰορδάνην· καὶ εἶπεν Ἑλισαιέ, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἐπορεύθησαν ἀμφότεροι,

2 Kings 4:30

30 Καὶ εἶπεν ἡ μήτηρ τοῦ παιδαρίου, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἀνέστη Ἑλισαιὲ, καὶ ἐπορεύθη ὀπίσω αὐτῆς.

1 Samuel 1:11-13

11 Καὶ ηὔξατο εὐχὴν Κυρίῳ, λέγουσα, Ἀδωναῒ Κύριε ἐλωὲ σαβαώθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου, καὶ μνησθῇς μου, καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρῶν, καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτοῦ, καὶ οἶνον καὶ μέθυσμα οὐ πίεται, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
12 Καὶ ἐγενήθη ὅτε ἐπλήθυνε προσευχομένη ἐνώπιον Κυρίου, καὶ Ἡλὶ ὁ ἱερεὺς ἐφύλαξε τὸ στόμα αὐτῆς. 13 Καὶ αὕτη ἐλάλει ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ τὰ χείλη αὐτῆς ἐκινεῖτο, καὶ φωνὴ αὐτῆς οὐκ ἠκούετο· καὶ ἐλογίσατο αὐτὴν Ἡλὶ εἰς μεθύουσαν.

Psalms 6:9

9 Εἰσήκουσε Κύριος τῆς δεήσεώς μου, Κύριος τὴν προσευχήν μου προσεδέξατο.

Psalms 66:19-20

19 Διὰ τοῦτο εἰσήκουσέ μου ὁ Θεὸς, προσέσχε τῇ φωνῇ τῆς δεήσεώς μου. 20 Εὐλογητὸς ὁ Θεὸς, ὃς οὐκ ἀπέστησε τὴν προσευχήν μου, καὶ τὸ ἔλεος αὐτοῦ ἀπʼ ἐμοῦ.

Psalms 116:1-5

1 Ἀλληλούϊα.
Ἠγαπήσα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου. 2 Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. 3 Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με· θλῖψιν καὶ ὀδύνην εὗρον, 4 καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην, ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου.
5 Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.

Psalms 118:5

5 Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, καὶ ἐπήκουσέ μου εἰς πλατυσμόν.

Genesis 24:26

26 Καὶ εὐδοκήσας ὁ ἄνθρωπος προσεκύνησε τῷ Κυρίῳ.

Genesis 24:48

48 Καὶ εὐδοκήσας προσεκύνησα τῷ Κυρίῳ, καὶ εὐλόγησα Κύριον τὸν Θεὸν τοῦ κυρίου μου Ἁβραὰμ, ὃς εὐώδωσέ με ἐν ὁδῷ ἀληθείας λαβεῖν τὴν θυγατέρα τοῦ ἀδελφοῦ τοῦ κυρίου μου τῷ υἱῷ αὐτοῦ.

Genesis 24:52

52 Ἐγένετο δὲ ἐν τῷ ἀκοῦσαι τὸν παῖδα τοῦ Ἁβραὰμ τῶν ῥημάτων αὐτων, προσεκύνησεν ἐπὶ τὴν γῆν τῷ Κυρίῳ.

1 Samuel 1:22

22 Καὶ Ἄννα οὐκ ἀνέβη μετʼ αὐτοῦ, ὅτι εἶπε τῷ ἀνδρὶ αὐτῆς, ἕως τοῦ ἀναβῆναι τὸ παιδάριον, ἐὰν ἀπογαλακτίσω αὐτό, καὶ ὀφθήσεται τῷ προσώπῳ Κυρίου, καὶ καθήσεται ἕως αἰῶνος ἐκεῖ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.