1 Υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν Ἰωάθαμ ἐν τῷ βασιλεῦσαι αὐτὸν, καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἱερουσὰ θυγάτηρ Σαδώκ. 
2 Chronicles 27:1 Cross References - Brenton_Greek
2 Kings 15:32-38
32 Ἐν ἔτει δευτέρῳ Φακεὲ υἱοῦ Ῥομελίου βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἰωάθαμ υἱὸς Ἀζαρίου βασιλέως Ἰούδα. 33 Υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἱερουσὰ θυγάτηρ Σαδώκ. 34 Καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου, κατὰ πάντα ὅσα ἐποίησεν Ἀζαρίας ὁ πατὴρ αὐτοῦ. 35 Πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς· αὐτὸς ᾠκοδόμησε τὴν πύλην οἴκου Κυρίου τὴν ἐπάνω. 36 Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωάθαμ καὶ πάντα ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;  
37 Ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο Κύριος ἐξαποστέλλειν ἐν Ἰούδᾳ τὸν Ῥαασσὼν βασιλέα Συρίας, καὶ τὸν Φακεὲ υἱὸν Ῥομελίου. 38 Καὶ ἐκοιμήθη Ἰωάθαμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Ἄχαζ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
37 Ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο Κύριος ἐξαποστέλλειν ἐν Ἰούδᾳ τὸν Ῥαασσὼν βασιλέα Συρίας, καὶ τὸν Φακεὲ υἱὸν Ῥομελίου. 38 Καὶ ἐκοιμήθη Ἰωάθαμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Ἄχαζ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
1 Chronicles 3:12
12 Ἀμασίας υἱὸς αὐτοῦ, Ἀζαρίας υἱὸς αὐτοῦ, Ἰωάθαν υἱὸς αὐτοῦ, 
Isaiah 1:1
1 ὍΡΑΣΙΣ ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμὼς, ἣν εἶδε κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλὴμ, ἐν βασιλεία Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου, οἵ ἐβασίλευσαν τῆς Ἰουδαίας.  
Hosea 1:1
1 ΛΟΓΟΣ Κυρίου, ὃς ἐγενήθη πρὸς Ὡσηὲ τὸν τοῦ Βεηρεὶ, ἐν ἡμέραις Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου βασιλέων Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Ἰωὰς βασιλέως Ἰσραήλ.  
Micah 1:1
1 ΚΑΙ ἐγένετο λόγος Κυρίου πρὸς Μιχαίαν τὸν τοῦ Μωρασθεὶ, ἐν ἡμέραις Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου βασιλέων Ἰούδα, ὑπὲρ ὧν εἶδε περὶ Σαμαρείας καὶ περὶ Ἱερουσαλήμ.