Ecclesiastes 1:1 Cross References - Brenton_Greek

1 ῬΗΜΑΤΑ Ἐκκλησιαστοῦ υἱοῦ Δαβὶδ βασιλέως Ἰσραὴλ ἐν Ἱερουσαλήμ.

1 Kings 11:42-43

42 Καὶ αἱ ἡμέραι ἅς ἐβασίλευε Σαλωμὼν ἐν Ἱερουσαλὴμ ἐπὶ πάντα Ἰσραὴλ τεσσαράκοντα ἔτη. 43 Καὶ ἐκοιμήθη Σαλωμὼν μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐγενήθη ὡς ἤκουσεν Ἱεροβοὰμ υἱὸς Ναβὰτ, ʼκαὶ αὐτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ ὡς ἔφυγεν ἐκ προσώπου Σαλωμὼν καὶ ἐκάθητο ἐν Αἰγύπτῳ, κατευθύνει καὶ ἔρχεται εἰς τὴν πόλιν αὐτοῦ εἰς τὴν γῆν Σαριρὰ τὴν ἐν ὄρει Ἐφραίμ. Καὶ ὁ βασιλεὺς Σαλωμὼν ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσε Ῥοβοὰμ ὁ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

2 Chronicles 9:30

30 Καὶ ἐβασίλευσε Σαλωμὼν ἐπὶ πάντα Ἰσραὴλ τεσσαράκοντα ἔτη.

2 Chronicles 10:17-19

17 Καὶ ἄνδρες Ἰσραὴλ καὶ οἱ κατοικοῦντες ἐν πόλεσιν Ἰούδα, καὶ ἐβασίλευσεν ἐπʼ αὐτῶν Ῥοβοάμ.
18 Καὶ ἀπέστειλεν ἐπʼ αὐτοὺς Ῥοβοὰμ ὁ βασιλεὺς τὸν Ἀδωνιρὰμ τὸν ἐπὶ τοῦ φόρου, καὶ ἐλιθοβόλησαν αὐτὸν οἱ υἱοὶ Ἰσραὴλ λίθοις, καὶ ἀπέθανε· καὶ ὁ βασιλεὺς Ῥοβοὰμ ἔσπευσε τοῦ ἀναβῆναι εἰς τὸ ἅρμα, τοῦ φυγεῖν εἰς Ἱερουσαλήμ. 19 Καὶ ἠθέτησεν Ἰσραὴλ ἐν τῷ οἴκῳ Δαυὶδ ἕως τῆς ἡμέρας ταύτης.

Nehemiah 6:7

7 Καὶ πρὸς τούτοις προφήτας ἔστησας σεαυτῷ, ἵνα καθίσῃς ἐν Ἱερουσαλὴμ εἰς βασιλέα ἐπὶ Ἰούδα· καὶ νῦν ἀπαγγελήσονται τῷ βασιλεῖ οἱ λόγοι οὗτοι· καὶ νῦν δεῦρο βουλευσώμεθα ἐπιτοαυτό.

Psalms 40:9

9 Εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ, ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω· Κύριε, σὺ ἔγνως

Ecclesiastes 1:12

12 Ἐγὼ ἐκκλησιαστὴς ἐγενόμην βασιλεὺς ἐπὶ Ἰσραὴλ ἐν Ἱερουσαλήμ·

Ecclesiastes 7:27

27 28 ἴδε τοῦτο εὗρον, εἶπεν ὁ ἐκκλησιαστής· μία τῇ μιᾷ τοῦ εὑρεῖν λογισμὸν,

Ecclesiastes 12:8-10

8 Ματαιότης ματαιοτήτων, εἶπεν ὁ Ἐκκλησιαστής, τὰ πάντα ματαιότης. 9 Καὶ περισσὸν ὅτι ἐγένετο Ἐκκλησιαστὴς σοφὸς, ὅτι ἐδίδαξε γνῶσιν σὺν τὸν ἄνθρωπον, καὶ οὖς ἐξιχνιάσεται κόσμιον παραβολῶν. 10 Πολλὰ ἐζήτησεν Ἐκκλησιαστὴς τοῦ εὑρεῖν λόγους θελήματος, καὶ γεγραμμένον εὐθύτητος, λόγους ἀληθείας.

Isaiah 61:1

1 Πνεῦμα Κυρίου ἐπʼ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν,

Jonah 3:2

2 ἀνάστηθι, πορεύθητι εἰς Νινευὴ τὴν πόλιν τὴν μεγάλην, καὶ κήρυξον ἐν αὐτῇ κατὰ τὸ κήρυγμα τὸ ἔμπροσθεν, ὃ ἐγὼ ἐλάλησα πρὸς σέ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.