Genesis 34:1 Cross References - Brenton_Greek

1 Ἐξῆλθε δὲ Δείνα, ἡ θυγάτηρ Λείας, ἣν ἔτεκε τῷ Ἰακὼβ, καταμαθεῖν τὰς θυγατέρας τῶν ἐγχωρίων.

Genesis 26:34

34 Ἦν δὲ Ἡσαῦ ἐτῶν τεσσαράκοντα, καὶ ἔλαβε γυναῖκα Ἰουδὶθ, θυγατέρα Βεὼχ τοῦ Χετταίου, καὶ τὴν Βασεμὰθ, θυγατέρα Ἑλὼν Χετταίου.

Genesis 27:46

46 Εἶπε δὲ Ῥεβέκκα πρὸς Ἰσαὰκ, προσώχθικα τῇ ζωῇ μου διὰ τὰς θυγατέρας τῶν υἱῶν Χέτ· εἰ λήψεται Ἰακὼβ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης, ἵνα τί μοι τὸ ζῆν;

Genesis 28:6

6 Ἴδε δὲ Ἡσαῦ ὅτι εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ, καὶ ἀπέστειλεν εἰς τὴν Μεσοποταμίαν Συρίας λαβεῖν ἑαυτῷ γυναῖκα ἐκεῖθεν, ἐν τῷ εὐλογεῖν αὐτόν· καὶ ἐνετείλατο αὐτῷ, λέγων, οὐ λήψῃ γυναῖκα ἐκ τῶν θυγατέρων τῶν Χαναναίων.

Genesis 30:13

13 Καὶ εἶπε Λεία, μακαρία ἐγώ, ὅτι μακαριοῦσί με αἱ γυναῖκες· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ἀσήρ.

Genesis 30:21

21 Καὶ μετὰ τοῦτο ἔτεκε θυγατέρα, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Δεῖνα.

Genesis 46:15

15 Οὗτοι υἱοὶ Λείας, οὓς ἔτεκε τῷ Ἰακὼβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας, καὶ Δείναν τὴν θυγατέρα αὐτοῦ· πᾶσαι αἱ ψυχαί, υἱοὶ καὶ θυγατέρες, τριάκοντα τρεῖς.

Jeremiah 2:36

36 Ὅτι κατεφρόνησας σφόδρα τοῦ δευτερῶσαι τὰς ὁδούς σου· καὶ ἀπὸ Αἰγύπτου καταισχυνθήσῃ, καθὼς κατῃσχύνθης ἀπὸ Ἀσσούρ·

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.