1 Ὡς δὲ ἤκουσεν Ἰαβὶς βασιλεὺς Ἀσώρ, ἀπέστειλε πρὸς Ἰαβὰβ βασιλέα Μαρὼν, καὶ πρὸς βασιλέα Συμοὼν, καὶ πρὸς βασιλέα Ἀζὶφ,
Joshua 11:1 Cross References - Brenton_Greek
Joshua 10:3-4
3 Καὶ ἀπέστειλεν Ἀδωνιβεζὲκ βασιλεὺς Ἱερουσαλὴμ πρὸς Ἐλὰμ βασιλέα Χεβρὼν, καὶ πρὸς Φιδὼν βασιλέα Ἱεριμοὺθ, καὶ πρὸς Ἰεφθὰ βασιλέα Λαχὶς καὶ πρὸς Δαβὶν βασιλέα Ὀδολλὰμ, λέγων, 4 δεῦτε, ἀνάβητε πρὸς με, καὶ βοηθήσατέ μοι, καὶ ἐκπολεμήσωμεν Γαβαών· ηὐτομόλησαν γὰρ πρὸς Ἰησοῦν καὶ πρὸς τοὺς υἱοὺς Ἰσραήλ.
Joshua 11:10
10 Καὶ ἀπεστράφη Ἰησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ κατελάβετο Ἀσὼρ, καὶ τὸν βασιλέα αὐτῆς· ἦν δὲ Ἀσὼρ τοπρότερον ἄρχουσα πασῶν τῶν βασιλειῶν τούτων.
Joshua 12:19
19 βασιλέα Ἀσὼμ,
Joshua 19:36
36 καὶ Ἀρμαὶθ, καὶ Ἀραὴλ, καὶ Ἀσὼρ,
Judges 4:2
2 Καὶ ἀπέδοτο τοὺς υἱοὺς Ἰσραὴλ Κύριος ἐν χειρὶ Ἰαβὶν βασιλέως Χαναὰν, ὃς ἐβασίλευσεν ἐν Ἀσώρ· καὶ ὁ ἄρχων τῆς δυνάμεως αὐτοῦ Σισάρα, καὶ αὐτὸς κατῴκει ἐν Ἀρισὼθ τῶν ἐθνῶν.
Judges 4:17
17 Καὶ Σισάρα ἔφυγε τοῖς ποσὶν αὐτοῦ εἰς σκηνὴν Ἰαὴλ γυναικὸς Χαβὲρ ἑταίρου τοῦ Κιναίου· ὅτι εἰρήνη ἦν ἀναμέσον Ἰαβὶν βασιλέως Ἀσὼρ καὶ ἀναμέσον τοῦ οἴκου Χαβὲρ τοῦ Κιναίου.
Psalms 2:1-4
1 Ἱνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; 2 Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπιτοαυτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. 3 Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφʼ ἡμῶν τὸν ζυγὸν αὐτῶν.
4 Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.
4 Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.
Psalms 83:1-3
Isaiah 26:11
11 Κύριε ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν, γνόντες δὲ αἰσχυνθήσονται· ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται.
Isaiah 43:2
2 Καὶ ἐὰν διαβαίνῃς διʼ ὕδατος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλύσουσί σε· καὶ ἐὰν διέλθῃς διὰ πυρὸς, οὐ μὴ κατακαυθῇς, φλὸξ οὐ κατακαύσει σε.
Isaiah 43:5-7
5 Μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι· ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου, καὶ ἀπὸ δυσμῶν συνάξω σε. 6 Ἐρῶ τῷ Βοῤῥᾷ, ἄγε, καὶ τῷ Λιβί, μὴ κώλυε· ἅγε τοὺς υἱούς μου ἀπὸ γῆς πόῤῥωθεν, καὶ τὰς θυγατέρας μου ἀπʼ ἄκρων τῆς γῆς, 7 πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου· ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν, καὶ ἔπλασα αὐτὸν, καὶ ἐποίησα αὐτόν,