Lamentations 3:52 Cross References - Brenton_Greek

52 ΤΣΑΔΗ. Θηρεύοντες ἐθήρευσάν με ὡς στρουθίον· πάντες οἱ ἐχθροί μου δωρεὰν

1 Samuel 24:10-15

10 11 Ἰδοὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑωράκασιν οἱ ὀφθαλμοί σου ὡς παρέδωκέ σε Κύριος σήμερον εἰς χεῖράς μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε, καὶ ἐφεισάμην σου καὶ εἶπα, οὐκ ἐποίσω χεῖρά μου ἐπὶ κύριόν μου, ὅτι χριστὸς Κυρίου οὗτός ἐστι. 11 12 Καὶ ἰδοὺ τὸ πτερύγιον τῆς διπλοΐδος σου ἐν τῇ χειρί μου, ἐγὼ ἀφῄρηκα τὸ πτερύγιον, καὶ οὐκ ἀπέκταγκά σε· καὶ γνῶθι καὶ ἰδὲ σήμερον, ὅτι οὐκ ἔστι κακία ἐν τῇ χειρί μου οὐδὲ ἀσέβεια καὶ ἀθέτησις, καὶ οὐχ ἡμάρτηκα εἰς σὲ, καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου λαβεῖν αὐτήν. 12 13 Δικάσαι Κύριος ἀναμέσον ἐμοῦ καὶ σοῦ, καὶ ἐκδικήσαι με Κύριος ἐκ σοῦ· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σὲ, 13 14 καθὼς λέγεται ἡ παραβολὴ ἡ ἀρχαία, ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σέ. 14 15 Καὶ νῦν ὀπίσω τίνος σὺ ἐκπορεύῃ βασιλεῦ Ἰσραήλ; ὀπίσω τίνος καταδιώκεις σύ; ὀπίσω κυνὸς τεθνηκότος, καὶ ὀπίσω ψύλλου ἑνός; 15 16 Γένοιτο Κύριος εἰς κριτὴν καὶ δικαστὴν ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον σοῦ, ἴδοι Κύριος καὶ κρίναι τὴν κρίσιν μου, καὶ δικάσαι μοι ἐκ χειρός σου.

1 Samuel 25:28-29

28 Ἆρον δὴ τὸ ἀνόμημα τῆς δούλης σου, ὅτι ποιῶν ποιήσει Κύριος τῷ κυρίῳ μου οἶκον πιστὸν, ὅτι πόλεμον κυρίου μου ὁ Κύριος πολεμεῖ, καὶ κακία οὐχ εὑρεθήσεται ἐν σοὶ πώποτε. 29 Καὶ ἀναστήσεται ἄνθρωπος καταδιώκων σε καὶ ζητῶν τὴν ψυχήν σου, καὶ ἔσται ψυχὴ κυρίου μου ἐνδεδεμένη ἐν δεσμῷ τῆς ζωῆς παρὰ Κυρίῳ τῷ Θεῷ, καὶ ψυχὴν ἐχθρῶν σου σφενδονήσεις ἐν μέσῳ τῆς σφενδόνης.

1 Samuel 26:18-20

18 Καὶ εἶπεν, ἱνατί τοῦτο καταδιώκει ὁ κύριος ὀπίσω τοῦ δούλου αὐτοῦ; ὅτι τί ἡμάρτηκα; καὶ τί εὑρέθη ἐν ἐμοὶ ἀδίκημα; 19 Καὶ νῦν ἀκουσάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ῥῆμα τοῦ δούλου αὐτοῦ· εἰ ὁ Θεὸς ἐπισείει σε ἐπʼ ἐμέ, ὀσφανθείη θυσία σου· καὶ εἰ υἱοὶ ἀνθρώπων, ἐπικατάρατοι οὗτοι ἐνώπιον Κυρίου, ὅτι ἐξέβαλόν με σήμερον μὴ ἐστηρίχθαι ἐν κληρονομίᾳ Κυρίου, λέγοντες, πορεύου, δούλευε θεοῖς ἑτέροις. 20 Καὶ νῦν μὴ πέσοι τὸ αἷμά μου ἐπὶ τὴν γῆν ἐξεναντίας προσώπου Κυρίου, ὅτι ἐξελήλυθεν ὁ βασιλεὺς Ἰσραὴλ ζητεῖν ψυχήν μου, καθὼς καταδιώκει ὁ νυκτικόραξ ἐν τοῖς ὄρεσι.

Psalms 11:1

1 Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.
Επὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου, μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον;

Psalms 35:7

7 Ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχήν μου.

Psalms 35:19

19 Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ματαίως, οἱ μισοῦντες με δωρεὰν, καὶ διανεύοντες ὀφθαλμοῖς.

Psalms 69:4

4 Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν· ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἐκδιώκοντές με ἀδίκως· ἃ οὐχ ἥρπαζον, τότε ἀπετίννυον.

Psalms 109:3

3 καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν.

Psalms 119:161

161 Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου.

Jeremiah 37:15-16

15 Καὶ ἐπικράνθησαν οἱ ἄρχοντες ἐπὶ Ἱερεμίαν, καὶ ἐπάταξαν αὐτὸν, καὶ ἀπέστειλαν αὐτὸν εἰς τὴν οἰκίαν Ἰωνάθαν τοῦ γραμματέως, ὅτι ταύτην ἐποίησαν εἰς οἰκίαν φυλακῆς.
16 Καὶ ἦλθεν Ἱερεμίας εἰς οἰκίαν τοῦ λάκκου, καὶ εἰς τὴν χερὲθ, καὶ ἐκάθισεν ἐκεῖ ἡμέρας πολλάς.

Jeremiah 37:18

18 Καὶ εἶπεν Ἱερεμίας τῷ βασιλεῖ, τί ἠδίκησά σε καὶ τοὺς παῖδάς σου, καὶ τὸν λαὸν τοῦτον, ὅτι σὺ δίδως με εἰς οἰκίαν φυλακῆς;

Jeremiah 38:4-6

4 Καὶ εἶπαν τῷ βασιλεῖ, ἀναιρεθήτω δὴ ὁ ἄνθρωπος ἐκεῖνος, ὅτι αὐτὸς ἐκλύει τὰς χεῖρας τῶν ἀνθρώπων τῶν πολεμούντων τῶν καταλειπομένων ἐν τῇ πόλει, καὶ τὰς χεῖρας παντὸς τοῦ λαοῦ, λαλῶν πρὸς αὐτοὺς κατὰ τοὺς λόγους τούτους· ὅτι ὁ ἄνθρωπος οὗτος οὐ χρησμολογεῖ εἰρήνην τῷ λαῷ τούτῳ ἀλλʼ ἢ πονηρά. 5 Καὶ εἶπεν ὁ βασιλεὺς, ἰδοὺ αὐτὸς ἐν χερσὶν ὑμῶν· ὅτι οὐκ ἠδύνατο ὁ βασιλεὺς πρὸς αὐτούς. 6 Καὶ ἔῤῥιψαν αὐτὸν εἰς λάκκον Μελχίου υἱοῦ τοῦ βασιλέως, ὃς ἦν ἐν τῇ αὐλῇ τῆς φυλακῆς, καὶ ἐχάλασαν αὐτὸν εἰς τὸν λάκκον, καὶ ἐν τῷ λάκκῳ οὐκ ἦν ὕδωρ, ἀλλʼ ἢ βόρβορος, καὶ ἦν ἐν τῷ βορβόρῳ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.