Brenton_Greek(i)
10 11 Ἰδοὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑωράκασιν οἱ ὀφθαλμοί σου ὡς παρέδωκέ σε Κύριος σήμερον εἰς χεῖράς μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε, καὶ ἐφεισάμην σου καὶ εἶπα, οὐκ ἐποίσω χεῖρά μου ἐπὶ κύριόν μου, ὅτι χριστὸς Κυρίου οὗτός ἐστι.
11 12 Καὶ ἰδοὺ τὸ πτερύγιον τῆς διπλοΐδος σου ἐν τῇ χειρί μου, ἐγὼ ἀφῄρηκα τὸ πτερύγιον, καὶ οὐκ ἀπέκταγκά σε· καὶ γνῶθι καὶ ἰδὲ σήμερον, ὅτι οὐκ ἔστι κακία ἐν τῇ χειρί μου οὐδὲ ἀσέβεια καὶ ἀθέτησις, καὶ οὐχ ἡμάρτηκα εἰς σὲ, καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου λαβεῖν αὐτήν.
12 13 Δικάσαι Κύριος ἀναμέσον ἐμοῦ καὶ σοῦ, καὶ ἐκδικήσαι με Κύριος ἐκ σοῦ· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σὲ,
13 14 καθὼς λέγεται ἡ παραβολὴ ἡ ἀρχαία, ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σέ.
14 15 Καὶ νῦν ὀπίσω τίνος σὺ ἐκπορεύῃ βασιλεῦ Ἰσραήλ; ὀπίσω τίνος καταδιώκεις σύ; ὀπίσω κυνὸς τεθνηκότος, καὶ ὀπίσω ψύλλου ἑνός;
15 16 Γένοιτο Κύριος εἰς κριτὴν καὶ δικαστὴν ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον σοῦ, ἴδοι Κύριος καὶ κρίναι τὴν κρίσιν μου, καὶ δικάσαι μοι ἐκ χειρός σου.