Numbers 22:4 Cross References - Brenton_Greek

4 Καὶ εἶπε Μωὰβ τῇ γερουσίᾳ Μαδιὰμ, νῦν ἐκλείξει ἡ συναγωγὴ αὕτη πάντας τοὺς κύκλῳ ὑμῶν, ὡσεὶ ἐκλείξαι ὁ μόσχος τὰ χλωρὰ ἐκ τοῦ πεδίου· καὶ Βαλὰκ υἱὸς Σεπφὼρ βασιλεὺς Μωὰβ ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον.

Numbers 22:2

2 Καὶ ἰδὼν Βαλὰκ υἱὸς Σεπφὼρ πάντα ὅσα ἐποίησεν Ἰσραὴλ τῷ Ἀμοῤῥαίῳ,

Numbers 22:7

7 Καὶ ἐπορεύθη ἡ γερουσία Μωὰβ, καὶ ἡ γερουσία Μαδιὰμ, καὶ τὰ μαντεῖα ἐν ταῖς χερσὶν αὐτῶν· καὶ ἦλθον πρὸς Βαλαὰμ, καὶ εἶπαν αὐτῷ τὰ ῥήματα Βαλάκ.

Numbers 24:17

17 Δείξω αὐτῷ, καὶ οὐχὶ νῦν· μακαρίζω, καὶ οὐκ ἐγγίζει· ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ· καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ, καὶ προνομεύσει πάντας υἱοὺς Σήθ.

Numbers 25:15-18

15 Καὶ ὄνομα τῇ γυναικὶ τῇ Μαδιανίτιδι τῇ πεπληγυίᾳ, Χασβί, θυγάτηρ Σοὺρ, ἄρχοντος ἔθνους Ὀμμώθ· οἴκου πατριᾶς ἐστι τῶν Μαδιάμ.
16 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, 17 ἐχθραίνετε τοῖς Μαδιηναίοις καὶ πατάξατε αὐτούς, 18 ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμῖν ἐν δολιότητι, ὅσα δολιοῦσιν ὑμᾶς διὰ Φογὼρ, καὶ διὰ Χασβὶ θυγατέρα ἄρχοντος Μαδιὰμ ἀδελφὴν αὐτῶν, τὴν πεπληγυῖαν ἐν τῇ ἡμέρᾳ τῆς πληγῆς διὰ Φογώρ.

Numbers 31:8

8 Καὶ τοὺς βασιλεῖς Μαδιὰν ἀπέκτειναν ἅμα τοῖς τραυματίαις αὐτῶν· καὶ τὸν Εὐὶν, καὶ τὸν Ῥοκὸν, καὶ τὸν Σοὺρ, καὶ τὸν Οὒρ, καὶ τὸν Ῥοβόκ, πέντε βασιλεῖς Μαδιάν· καὶ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἀπέκτειναν ἐν ῥομφαίᾳ σὺν τοῖς τραυματίαις αὐτῶν·

Joshua 13:21-22

21 καὶ πάσας τὰς πόλεις τοῦ Μισὼρ, καὶ πᾶσαν τὴν βασιλείαν τοῦ Σηὼν βασιλέως τῶν Ἀμοῤῥαίων, ὃν ἐπάταξε Μωυσῆς αὐτὸν καὶ τοὺς ἡγουμένους Μαδιὰμ, καὶ τὸν Εὐὶ, καὶ τὸν Ῥοβὸκ, καὶ τὸν Σοὺρ, καὶ τὸν Οὒρ, καὶ τὸν Ῥοβὲ, ἄρχοντα Σηὼν, καὶ τοὺς κατοικοῦντας Σιών.
22 Καὶ τὸν Βαλαὰμ τὸν τοῦ Βαιὼρ τὸν μάντιν, ἀπέκτειναν ἐν τῇ ῥοπῇ.

Judges 11:25

25 Καὶ νῦν μὴ ἐν ἀγαθῷ ἀγαθώτερος σὺ ὑπὲρ Βαλὰκ υἱὸν Σεπφὼρ βασιλέως Μωάβ; μὴ μαχόμενος ἐμαχέσατο μετὰ Ἰσραὴλ ἢ πολεμῶν ἐπολέμησεν αὐτὸν,

Jeremiah 48:38

38 Καὶ ἐπὶ πάντων τῶν δωμάτων Μωὰβ, καὶ ἐπὶ ταῖς πλατείαις αὐτῆς, ὅτι συνέτριψα, φησὶ Κύριος, ὡς ἀγγεῖον, οὗ οὐκ ἔστι χρεία αὐτοῦ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.