BGB(i) 29 Αἰτήσας δὲ φῶτα εἰσεπήδησεν καὶ ἔντρομος γενόμενος προσέπεσεν τῷ Παύλῳ καὶ ‹τῷ› Σιλᾷ, 30 καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη “Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ;” 31 Οἱ δὲ εἶπαν “Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου.”