Luke 19:30-35

BGB(i) 30 λέγων “Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ’ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, καὶ λύσαντες αὐτὸν ἀγάγετε. 31 καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ ‘Διὰ τί λύετε;’ οὕτως ἐρεῖτε ‘Ὅτι Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.’” 32 Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς. 33 λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς “Τί λύετε τὸν πῶλον;” 34 Οἱ δὲ εἶπαν ὅτι “Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.” 35 Καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν.