Mark 11:3-6

BGB(i) 3 καὶ ἐάν τις ὑμῖν εἴπῃ ‘Τί ποιεῖτε τοῦτο;’ εἴπατε ‘‹Ὅτι› Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει, καὶ εὐθὺς αὐτὸν ἀποστέλλει πάλιν ὧδε.’” 4 Καὶ ἀπῆλθον καὶ εὗρον πῶλον δεδεμένον πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν. 5 καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς “Τί ποιεῖτε λύοντες τὸν πῶλον;” 6 Οἱ δὲ εἶπαν αὐτοῖς καθὼς εἶπεν ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς.